9
τούτων τῶν τρόπων τῆς κατήξιος ἐς πρίσιν ἀφήκει, ἥ τε φλάσις ἡ ἀφανὴς ἰδεῖν, καὶ ἤν πως τύχῃ φανερὴ γενομένη, καὶ ἡ ῤωγμὴ ἡ ἀφανὴς ἰδεῖν, καὶ ἢν φανερὴ ᾖ. καὶ ἢν, ἕδρης γενομένης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, προσγένηται ῤωγμὴ καὶ φλάσις τῇ ἕδρῃ, καὶ ἢν φλάσις μοῦνον προσγένηται ἄνευ ῤωγμῆς τῇ ἕδρῃ, καὶ αὕτη ἐς πρίσιν ἀφήκει. τὸ δʼ ἔσω ἐσφλώμενον ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ, ὀλίγα τῶν πολλῶν πρίσιος προσδεῖται· καὶ τὰ μάλιστα ἐσφλασθέντα καὶ μάλιστα καταῤῥαγέντα, ταῦτα πρίσιος ἥκιστα κέχρηται· οὐδὲ ἕδρη αὐτὴ ἐφʼ ἑωυτῆς γενομένη ἄτερ ῤωγμῆς καὶ φλάσιος, οὐδὲ αὐτὴ πρίσιος δεῖται· οὐδʼ ἡ διακοπὴ, ἢν μεγάλη καὶ εὐρέη, οὐδʼ αὐτή· διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστιν.