Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
35 ἢν δὲ ἡ ῤὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατήξιος ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῤῖνα μάλιστα· ἐπιδεσίων γάρ ἐστιν αὕτη ποικιλωτάτη, καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤῥωγὰς δὲ καὶ διαλείψιας ποικιλωτάτας τοῦ χρωτὸς ῤομβοειδέας. ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον εὐχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῤινὸς κατεαγυίης ἐπιτυγχάνουσιν, ὡς ἐπιδήσωσιν. μίαν μὲν οὖν ἡμέρην, ἢ δύο, ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ ὁ ἐπιδεδεμένος· ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος κορίσκεται, ἀσηρὸν γὰρ τὸ φόρημα· ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν, ὅτι ἐπίσταται ποικίλως ῤῖνα ἐπιδέειν. ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος· τοῦτο μὲν γὰρ, ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν, δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμώτεροι ἂν ἔτι εἶεν· τοῦτο δὲ, ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἡ ῤὶς, ἢ κατὰ τὸν χόνδρον, ἢ ἀνωτέρω, δηλονότι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον· οὐχ οὕτω γὰρ εὖ ξυναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῤινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες.
36 ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἄν τι ποιέειν, εἰ κατὰ μέσην τὴν ῤῖνα, κατὰ τὸ ὀξὺ, ἀμφιφλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, ἢ εἰ κατὰ τὸ ὀστέον μικρόν τι σίνος εἴη, καὶ μὴ μέγα· τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῤὶς, καὶ ὀκριοειδεστέρη τινὶ γίνεται· ἀλλʼ ὅμως οὐδὲ τούτοισι δή που πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν· ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβάλλειν. ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ, καταπλάσσειν τὰ τοιαῦτα· χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἔῃ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα· ἢν δὲ μὴ πάνυ ὅλκιμον ἔῃ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, ἢ κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi