Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
39 Ὅσοισι δὲ σὺν τῇ κτήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο· ἀλλʼ ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι ἢ πισσηρὴν, ἢ τῶν ἐναίμων τι· εὐαλθέα γὰρ τῶν τοιούτων τὰ πλεῖστά ἐστιν ὁμοίως, κἢν ὀστέα μέλλῃ ἀπιέναι. τὴν δὲ διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι, μηδὲν ἐπιλείποντα, καὶ τὰς διορθώσιας τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν χρεόμενον, χρεόμενον δέ· εὐπλαστότατον γάρ τι παντὸς τοῦ σώματος ἡ ῤίς ἐστιν. τῶν δὲ ἱμάντων τῇ κολλήσει καὶ τῇ ἀντιῤῥοπίῃ παντάπασιν οὐδὲν κωλύει χρέεσθαι, οὔτʼ ἢν ἕλκος ᾖ, οὔτʼ ἢν ἐπιφλεγμήνῃ ἀλυπόταται γάρ εἰσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi