Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
42 Ὅσοισι δὲ ἐκ καταπτώσιος ῤάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθυνθῆναι. τοῦτο μὲν γὰρ, αἱ ἐν τῇ κλίμακι κατασείσιες οὐδένα πω ἐξίθυναν, ὧν γε ἐγὼ οἶδα· χρέονται δὲ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον· τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν, ἢ ῤιπτεόμενον, ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε, καὶ ταῦτα κληΐζουσιν αἰεὶ, καὶ οὐκέτι αὐτοῖσι μέλει, ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χειρίσματος, εἴτε κακὸν, εἴτε ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες, σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων· τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν, ὅ τι μηχάνημα κατὰ φύσιν ἐπενοήθη· οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας καλῶς κατασείσειε, κἂν ἐξιθυνθῆναι ἔνια. αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi