Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
46 Ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σπονδύλους, ἔξωσις μὲν μεγάλη ἀποῤῥαγεῖσα ἀπὸ τῆς ξυμφύσιος ἢ ἑνὸς σπονδύλου, ἢ καὶ πλειόνων, οὐ μάλα πολλοῖσι γίνεται, ἀλλʼ ὀλίγοισιν. οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῤηΐδιον γίνεσθαι· οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωσθῆναι ῤηΐδίον ἐστιν, εἰ μὴ ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης (οὕτω δʼ ἂν ἀπόλοιτο), ἢ εἴ τις ἀφʼ ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν (ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοι)· ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῤηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ ἔσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι· τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξω ἓν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγῆναι, πρὶν ἢ μεγάλην ῤοπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους βιησάμενον, καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα. ὅ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἔξαλσιν ἐξαλλομένου σπονδύλου· ὅ τʼ ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειεν· πιεχθεὶς δʼ ἂν καὶ ἀπολελαμμένος, πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν· ὥστε οὐκ ἂν μέλοι τῷ ἰητρῷ, ὅκως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων. ὥστε δὴ οὐδʼ ἐμβαλεῖν οἷόν τε πρόδηλον τὸν τοιοῦτον οὔτε κατασείσει, οὔτε ἄλλῳ τρόπῳ οὐδενὶ, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην, ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι· καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δὲ οὐ πάνυ. διὰ τί οὖν ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι, τελέως ὑπερβάντες τὰ ἄρθρα· καίτοι γε ῤηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι, καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλʼ αὐτόματα ὑγιέα γίνεσθαι τὰ τοιαῦτα. Ἀγνοέουσι δὲ πολλοὶ, καὶ κερδαίνουσιν, ὅτι ἀγνοέουσιν· πείθουσι γὰρ τοὺς πέλας. ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται γὰρ τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῤάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοεῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται· οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισιν· στενοτάτην γὰρ πάντων τῶν ζώων ὥνθρωπος κοιλίην ἔχει, ὡς ἐπὶ τῷ μεγέθει, ἀπὸ τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν, καὶ διὰ τοῦτο ἐξαπατῶνται, οἰόμενοι τοὺς σπονδύλους ἔσω οἴχεσθαι. Προσεξαπατᾷ δὲ ἔτι αὐτοὺς καὶ τὰ σχήματα τῶν τετρωμένων· ἢν μὲν γὰρ πειρῶνται καμπύλλεσθαι, ὀδυνῶνται, περιτενέος γινομένου ταύτῃ τοῦ δέρματος, ᾗ τέτρωνται· καὶ ἅμα τὰ ὀστέα τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα· ἢν δὲ λορδαίνωσι, ῤᾴους εἰσίν· χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ τὸ τρῶμα ταύτῃ γίνεται, καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει· ἀτὰρ καὶ ἤν τις ψαύῃ αὐτῶν, κατὰ τοῦτο ὑπείκουσι λορδοῦντες, καὶ τὸ χωρίον κενεὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ φαίνεται. ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς ἰητρούς· ὑγιέες δὲ ταχέως καὶ ἀσινέες αὐτόματοι οἱ τοιοῦτοι γίνονται· ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται, ὅσα χαῦνά ἐστιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi