Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
54 Ὁκόσοισι δʼἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον· εἰκότως· οὐ γὰρ ἐπʼ ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε ἔσω ἐκπέπτωκεν, ἀλλὰ παρʼ ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ· διὰ τοῦτο μὲν βραχύτερον φαίνεται. ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνεται· ἔξωθεν δὲ ὁ γλουτὸς ὑποκυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυίης· ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ· τὸ δὲ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἔσω ῤέπον φαίνεται, καὶ ἡ κνήμη, καὶ ὁ πούς· ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi