56
εἰσὶ δέ τινες, ὧν τοῖσι μὲν ἐκ γενεῆς αὐτίκα, τοῖσι δὲ καὶ ὑπὸ νούσου ἀμφοτέρων τῶν σκελέων ἐξέστη τὰ ἄρθρα ἐς τὸ ἔξω μέρος· τούτοισιν οὖν τὰ μὲν ὀστέα ταὐτὰ παθήματα πάσχει· αἱ μέντοι σάρκες ἥκιστα ἐκθηλύνονται τοῖσι τοιούτοισιν· εὔσαρκα δὲ καὶ τὰ σκέλεα γίνεται, πλὴν εἴ τι ἄρα κατὰ τὸ εἴσω μέρος ἐλλείποι ὀλίγον· διὰ τοῦτο δὲ εὔσαρκά ἐστιν, ὅτι ἀμφοτέροισι τοῖσι σκέλεσιν ὁμοίως ἡ χρῆσις γίνεται· ὁμοίως γὰρ σαλεύουσιν ἐν τῇ ὁδοιπορίῃ ἔνθα καὶ ἔνθα· ἐξεχέγλουτοι δὲ οὗτοι ἰσχυρῶς φαίνονται διὰ τὴν ἔκστασιν τῶν ἄρθρων. ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα, μηδὲ κυφοὶ ἀνωτέρω τῶν ἰσχίων γένωνται (ἐνίους γὰρ καὶ τὰ τοιαῦτα καταλαμβάνει), ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς ὑγιηροὶ τἄλλα διαφέρονται· ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται, πλὴν τῆς κεφαλῆς.