Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
59 οἷσι δʼ ἂν ἐς τοὔμπροσθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ τοῦτο γίνεται, οὗτοι ἐκτανύειν μὲν τὸ σκέλος δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὰ κατὰ τὸν βουβῶνα· πονέουσι δὲ, καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν. μῆκος δὲ τοῦ σκέλεος παραπλήσιον φαίνεται, κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ· ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς τοὔμπροσθεν· ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην τὴν κατὰ φύσιν, καὶ οὔτε τῇ, οὔτε τῇ ῤέπει. ὀδυνῶνται δὲ αὐτίκα οὗτοι μάλιστα, καὶ οὖρον ἴσχεται τὸ πρῶτον τούτοισι μᾶλλόν τι, ἢ τοῖσιν ἄλλοισιν ἐξαρθρήμασιν· ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν τόνων τῶν ἐπικαίρων. καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέον τε καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον, στολιδωδέστερον καὶ ἀσαρκότερον. ταῦτα μὲν οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ μηρός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi