Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
64 ωὑτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔσω μέρος τῆς χειρὸς, ἤν τε ἐς τὸ ἔξω. σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτι ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ καὶ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ. οἷσι δʼ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται· ἰητρείη δὲ τοιαύτη τοῖσι τοιουτέοισιν ἐπιτηδείη, οἵηπερ εἴρηται· τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι, καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους· ἢν μὲν γὰρ ἐς τὸ ἔσω μέρος ὀλίσθῃ τὰ ὀστέα, ξυγκάμπτειν οὐ δύνανται τοὺς δακτύλους· ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκτανύειν οὐ δύνανται.
65 Ὅσοισι δʼ ἂν κνήμης ὀστέον, ἕλκος ποιησάμενον παρὰ τὸ γόνυ, ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ ἔσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν, ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσίν. κινδυνωδέστερα δὲ ταῦτα τῶν ἑτέρων γίνεται, ὅσῳ ἂν ἀνωτέρω, καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ, καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολίσθῃ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν, ἔτι βιαιότερον καὶ θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων· μὴ ἐμβληθὲν δὲ, πουλὺ κινδυνωδέστερον, ἢ τὰ πρόσθεν· ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.
66 ωὑτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων, καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος· ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ ἕλκος ποιησάμενα, πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ, ἐλπίδα σωτηρίης· χώλωσις δὲ ἑτοίμη· τοῖσι περιγενομένοισιν. Θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν. ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων, ἀτὰρ καὶ τοῖσι μὴ ἐμβαλλομένοισι κινδυνωδέστερα αὐτὰ ταῦτα. εἰ δέ τινι τὰ ἀνώτατα ἄρθρα ἐξαρθρήσαντα, ἕλκος ποιήσαντα, ἐξίσχοι, ταῦτα ἂν ἔτι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα εἴη, καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστατα· ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι τῶν τοιουτέων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi