Thesauros Edebiyat medicine Περὶ ἄρθρων

Περὶ ἄρθρων

Περὶ ἄρθρων Hippocrates
73 εὕροι δʼ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς· εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο, ὡς ποδιαίας, ὕψος δὲ ὅκως ἂν δοκέοι ξυμφέρειν, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχειν ἁρμόζον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον, ᾗ ἐκπέπτωκεν· ῤηΐδιον δὲ ἁρμόζειν· τὸν γὰρ κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιέειν τοῦ μετρίου, καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα. ἔπειτα χρὴ ξύλον, ἔχον πλάτος μέτριον καὶ μῆκος, ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι, ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε· προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος, ὅκως ἂν μετρίως ἔχῃ. κἄπειτα κατατεινομένου τοῦ σκέλεος, εἴτε ξύλῳ. ὑπεροειδέϊ, εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ· τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον. καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὴν ἀρχαίην φύσιν. αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ, καὶ πᾶσαι κρέσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζῃ. ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi