Thesauros Edebiyat medicine Ἀφορισμοί

Ἀφορισμοί

Ἀφορισμοί Hippocrates
45 Ὁκόσοισι φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίγνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.
46 ἢν ῥῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.
47 αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ τὰς διαχωρήσιας, καὶ κατὰ τὰ οὖρα· ἢν δε μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
48 ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον.
49 ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ ὀφθαλμὸς, ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος τοῦ κάμνοντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.
50 ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον.
51 ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει.
52 ὁκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον· ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.
53 Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί.
54 Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν.
55 οἱ ἐπὶ βουβῶσι πυρετοὶ, πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.
56 πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος, καὶ ὑγρασίην πλείω σημαίνει.
57 ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.
58 ὑπὸ καύσου ἐχομένῳ, ἐπιγενομένου ῥίγεος, λύσις.
59 τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.
60 Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα.
61 πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ἀφῇ ὁ πυρετὸς, ὑποτροπιάζειν εἴωθεν.
62 Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γένωνται.
63 Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι καθʼ ἡμέρην ῥίγεα γίνηται, καθʼ ἡμέρην οἱ πυρετοὶ λύονται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi