56
τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες· ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην, ἢ τύφλωσιν σημαίνουσιν.
57
ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ ἀπὸ τεσσαράκοντα ἐτέων ἄχρις ἑξήκοντα.
58
ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.
59
Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισιν ἐξίσταται τὸ ἰσχίον, καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.
60
Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι τήκεται τὸ σκέλος, καὶ χωλοῦνται, ἢν μὴ καυθέωσιν.
1
ἐν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν.
2
ἐπὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν.
3
ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν.
4
ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν.
5
ἐπὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν.
6
ἐν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες, κακόν.
7
ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν.
8
ἐπὶ φύματος ἔσω ῥήξει ἔκλυσις, ἔμετος, καὶ λειποψυχίη γίνεται.
9
ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ σπασμὸς, κακόν.
10
ἐπὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ, ἢ σπασμὸς, ἢ παραφροσύνη, κακόν
11
ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν.
12
ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν.
13
ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν.
14
ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη, κακόν.
15
ἐπὶ αἵματος πτύσει, πύου πτύσις.
16
ἐπὶ πύου πτύσει, φθίσις καὶ ῥύσις· ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν.
17
ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.
18
ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν.
18b
Ἐπὶ ληθάργῳ τρόμος, κακόν.
19
ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.
20
ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.
21
ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμοῤῥαγίη.
22
ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις.
23
ἐπὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη.
24
ἐπὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ