Thesauros Edebiyat medicine Ἀφορισμοί

Ἀφορισμοί

Ἀφορισμοί Hippocrates
25 ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.
26 ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων ψύξις, κακόν.
27 ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει.
28 ὅ τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται.
29 ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγένηται ἰσχυρὴ, λύει τὴν νοῦσον.
30 Ὁκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαῤῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταῤῥέει.
31 Ὁκόσοισι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσιν.
32 Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν.
33 Ὁκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστιν.
34 Ὁκόσοισι δὲ ἐπὶ τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες, νεφριτικὰ σημαίνουσι, καὶ μακρὴν τὴν ἀῤῥωστίην ἔσεσθαι.
35 Ὁκόσοισι δὲ λιπαρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει.
36 Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα συμβαίνει σημήϊα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, ἀπόστημα προσδέχου ἐσόμενον ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω.
37 ὁκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον· ἢν δὲ ξὺν πυρετῷ, κακόν· θεραπεύειν δὲ τοῖσι ψυκτικοῖσι καὶ τοῖσι στυπτικοῖσιν.
38 κατάῤῥοοι οἱ ἐς τὴν ἄνω κοιλίην ἐκπυέονται ἐν ἡμέρησιν εἴκοσιν.
39 ἢν οὐρέῃ αἷμα καὶ θρόμβους, καὶ στραγγουρίη ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίνεον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.
40 ἢν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.
41 ἢν, ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων, λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν
42 ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου κατὰ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.
43 γυνὴ ἀμφιδέξιος οὐ γίνεται.
44 ὁκόσοι ἔμπυοι καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi