Kitap 1
7
Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι· ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη· πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς ἀναπνοῆς· οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθʼ ὅπη καὶ πρὶν καλέσασθαι τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. ἀπέθανον γὰρ πρὶν ἢ τὸν ἰητρὸν ἐπὶ τέχνῃ χρήσασθαι. ὁκόσος δὲ ἐς ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἐς ἅπερ ἐς τὸ ἔξω ἡ φλεγμον ὴ ἐξωκείλει, ὡς κυνάγχην ἀπὸ συνάγχης γίγνεσθαι I have followed Wigan and Ermerins in interchanging the places of συνάγχη and κυνάγχη as they stood in all the mss. I have also, like them, substituted ὁκόσοις for ὁκόσον; and have added ἐς before ἅπερ, on the authority of Ermerins. But all this patchwork still leaves the sentence in a very unsatisfactory condition. ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερὸν, ἢ ἐρυσίπελας ἐμφανέως. καὶ ἰητρὸς δὲ ἀγαθὸς ἢ σικύῃ εἰς τὸν θώρηκα τὸ κακὸν ἀνήγαγε, ἢ σίνηπι ἐς τὰ στέρνα καὶ ἐς τὰ παρὰ γνάθους μέρεα ἐπιθεὶς, εἵλκυσε ἔξω καὶ διέπνευσε· μετεξετέροισι δὲ ἐς μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπελάθη ἔξω, ἀπεταθὲνErmerins has substituted the two words above for ἀπετάθη and ἀπολυθὲν, which have no proper signification in this place. It must be admitted, that although some improvement, the substituted terms are not quite suitable; as it can scarcely be said, that an internal disease is driven outwards by an external application. δὲ ἀθρόως ἐπαλινδρόμησε καὶ ἔπνιξε. The common reading is ἐπάνηξε. The other word occurs in the ξοδεχ πηιλιππ., and is no doubt the true reading.
7
προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαὶ, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναὶ, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά.
Κεφ. η. περὶ τῶν κατὰ τὴν Κιονίδα παθῶν.