Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Kitap 1

10 ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ Ῥινῶν λάβρως, εὖτε ἀθρόον λύεται ἡ νοῦσος· ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων, παχέων, σαρκοειδέων. κἢν ἐπὶ τῶν διαίμων παλινδρομέῃ μὲν ἡ χολὴ, ἐπʼ αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἡ ἀποκατάστασις· καὶ τάδε, ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται, καὶ Ῥηϊδίως ἀναβήσσουσι, λεῖα, ὁμαλὰ, ὑγρὰ, 〈οὐ〉 στρογγύλα. The negative seems to be required here. See Petit and Ermerins. ἐς ἑβδόμην γὰρ καθίστανται, εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων, ἀναπνοῆς κατάστασις , γνώμη εὐσταθὴς, πυρετοὶ ἐνδιδόντες , εὔσιτοι· ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην καθίστανται.
10 ἢν δὲ μὴ, εἰς ἐμπύημα τρέπεται, εὖτε Ῥίγεα ἐνδείκνυται, πόνοι νυγματώδεες, ἀνακαθίγνυσθαι θέλουσι, ἀναπνοὴ κακίων· δέος τότε μᾶλλον μὴ πνεύμων ἀθρόον τὸ πῦον ἑλκύσας ἀποπνίξῃ τὸν ἄνθρωπον, τὰ πρῶτα καὶ τὰ μείζω διαφυγόντα κακά. ἢν δὲ ἐς τὸ μεσηγὺ τῶν πλευρέων Ῥέψῃ, καὶ διαστήσῃ τάσδε, καὶ κορυφὴν ἐς τὸ ἔξω προβάληται, ἢ ἐς ἔντερον ἐνραγῇ, τὰ πολλὰ περιγίγνεται ὁ ἄνθρωπος.
10 φέρει δὲ τὴν νοῦσον, ὥρη μὲν, χειμὼν μάλιστα πάντων, δεύτερον φθινόπωρον, ἦρ δὲ ἧσσον, ἢν μή κοτε ψυχρὸν γίγνοιτο· θέρος δὲ ἥκιστα. ἡλικίη, πρῶτον τῶν ἄλλων πάσχουσι γέροντες, οἳ καὶ μᾶλλον ἑτέρων τὸ πάθος διαδιδράσκουσι. οὔτε γὰρ μεγάλη ἂν γίγνοιτο φλεγμονὴ ἐν ξηρῷ τῷ σκήνεϊ, οὔτε ἐς πνεύμονα ἡ μετάστασις. ψυχρότερος γὰρ ἢ ἐπὶ ἄλλης ἡλικίης, καὶ ἀναπνοὴ σμικρὴ, καὶ ἡ ὁλκὴ ἁπάντων ὀλίγη. νέοι δὲ καὶ οἱ ἐπὶ ἀκμῆς, οὐ μάλα μὲν πάσχουσι, ἀτὰρ οὐδὲ μάλα περιγίγνονται· οὐ γὰρ ἂν πάθοιεν ἐπὶ σμικρῇ αἰτίῃ οὐδὲ σμικρὴν φλεγμονήν· This is the reading in the Askew ms., which is approved of by Ermerins. There are considerable variations in the other editions. ἐπὶ δὲ τοῖσι μεγάλοισι μείζων ὁ κίνδυνος. παῖδες ἥκιστα νοσέουσι πλευρῖτιν· ἀτὰρ καὶ ἧσσον θνήσκουσι. τά τε γὰρ σώματα μανὰ, καὶ τὰ ὑγρὰ εὔροα, καὶ πολλὴ ἡ διαπνοὴ καὶ ἀποφορή. ὅθεν οὐδὲ μεγάλη ξυνίσταται φλεγμονή· ἥδε τῆς ἡλικίης εὐτυχίη ἐν τῷδε τῷ πάθεϊ.
← Önceki 16 / 16

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi