Kitap 1
7
ὀργάνων δὲ, παρισθμίων , ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης· ἢν δὲ ἐπινέμηται ἡ φλεγμονὴ, καὶ γλώττης καὶ γνάθων τῶν εἴσω· εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶτταν ὑπερβολῇ μεγέθεος. πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος, καὶ τὸ περιττὸν αὐτέης ὑπὲρ τοὺς ὀδόντας ἐκχεῖται. κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, ἢ τῷ ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης, καὶ ἐν ὑγείῃ.
7
τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι· ξύμπτωσις τῶν ὀργάνων, καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου φύσιος· καὶ πνὶξ καρτερὴ, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμον ὴν ἀμφὶ καρδίην καὶ πνεύμονα· συνάγχην τήνδε καλέομεν, οἷον συνεύουσαν ἔνδον καὶ ἄγχουσαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι, τροπὴν πονηρὴν ἐς τὸ θερμότα τον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ σώματός τινος φλεγμον ῆς. ἔστι δὲ οὐ μέγα τὸ θωῦμα. καὶ γὰρ ἐν Χαρωνίοισιν αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, ἀλλὰ καὶ μιᾷ εἰσπνοῇ θνήσκουσι ὥνθρωποι, πρὶν τὸ σῶμα κακόν τι παθέειν. ἀτὰρ καὶ ἀπὸ γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοὴν, οὔτι μὴν ἐνδακόντος , λυσσᾷ ὁ ἄνθρωπος. τοιήνδε οὖν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ τὴν αὐτὴν ἰδέην τοῖς ἔξωθεν αἰτίοις ἴσχει. χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδʼ ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν εἰς τὰ φρέατα ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα. οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρ ια.