Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Kitap 2

6 ἐντέροισι γίγνεται μὲν φλεγμονὴ, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι· ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν, ἀργὸν, οὔτε κάτω περῆσαι Ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι· μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι· τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ, καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα· ἕψησις μὲν γὰρ ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ καὶ ἐπιχορδί δα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων.
6 αἰτίη τοῦ εἱλεοῦ συνεχὴς μὲν διαφθορὴ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπʼ ἄλλῃ ἀπεψίη, μάλιστα δʼ ἐπὶ τοῖσι εἱλεώδεσι, ὁκοῖόν τι μελὰν σηπίης. οὐκ ἀδόκητος δὲ πληγὴ, ἢ ψύξις, ἢ ψυχροποσίη ἐφʼ ἱδρῶτι, ἄδην ἢ χανδόν· καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη, καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλʼ ἀνελήφθηβίῃ,Should we not read ἤ? See the Notes of Wigan and Ermerins, which explain the difficulties about the text without removing them. τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα. ξύνηθες δὲ τὸ πάθος παιδίοισι, οἷσίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ βλάβος διαδιδράσκουσι μᾶλλον διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων· ὀλισθηρὰ γάρ· γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ ἥκιστα. ὥρη θέρεος τίκτει μᾶλλον ἦρος, φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέρος.
6 πολλοὶ μὲν οὖν ἐπὶ τούτοισι στρόφοισι θνήσκουσι αὐτίκα· μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται , καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε, καὶ οὕτως ἐξέλιπον. ξύνεστι δὲ αὐτέοισι, εἰ μὲν ἐπιεικὴς εἱλεὸς εἴη, πόνος ἑλισσόμενος, στομάχου πλάδος, ἔκλυσις, μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι, κοιλίη ὑποβορβορίζουσα φύσῃσι, ὁδοιπορίη μεσφὶ ἕδρης, διέξοδοι δὲ ἀτελέες.
6 ἢν δὲ ἐπίτασιν ἴσχῃ ὁ εἱλεὸς, πάντων ἄνω ἡ φορὴ, πνευμάτων, φλέγματος, χολῆς. ἐμοῦσι γοῦν τάδε· ἔξωχροι, ψυχροὶτὸ πᾶν σκῆνος· πόνος πουλὺς, ἀναπνοὴ κακὴ, διψαλέοι·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi