Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Kitap 2

7 τίκτει δὲ τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθους ὡραίων, καὶ ποικίλων ἀπεψίη· ἡλικίη δὲ, πασέων μᾶλλον ἀκμή.Ermerins reads ἀκμαίη. But the common reading is quite in accordance with the usage of our author, and is retained by Ermerins himself in chap. x. of this book, near the end. It is, in short, an Attic anacoluthon, very common in the works of that age, such as those of aelian and Arrian.

Κεφ. η. περὶ τῆς κατὰ τὴν κοίλην φλέβα ὀξείης νούσου.

8 ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαΐσσειμέση τῶν τοῦδε περάτων. ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς ἀφανέα τῇσι ὄψισι πάντη τοῦ ἥπατος σκίδνατ αι· τοῖσι δὲ τουτέων πέρασι ἄλλων φλεβῶν περατώσιες κατὰ τὸ στόμα ξυγκέονται , αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονες καὶ ἐλάσσονες γίγνονται· ἐπὶ τέλεος ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην συναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ ἥπατος ἀφικνέονται. ἡ μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη· ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ· κοίλη φλὲψ ἥδε καλέεται. ἡ δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν, ἐπὶ τὴν Ῥάχιν ἔξεισι, καὶ τῇδε παρατέταται μέχρι τῶν ἰσχίων. ἀτὰρ καὶ ἥδε κοίλη. οὔνομα τὸ αὐτὸ, οὕνεκεν μία καὶ ὡυτή ἐστιν ἡ φλὲψ τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις ἐθέλοι, διελάσαι ἂν ἔλασμα καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν καρδίην κοίλης φλεβὸς ἐς τὴν παρὰ τὴν Ῥάχιν, καὶ ἀπὸ τῆς Ῥάχεος διὰ τοῦ ἥπατος ἐπὶ τὴν καρδίην. ἄνοδος γὰρ ἡ αὐτή.
8 ἥδε οὖν ἡ φλὲψ, ὡς ἐγὼ δοκέω, ἡ ξύμπασα νοσέει ὀξέσι πάθεσι, καρτεροῖσι· μία γάρ ἐστι πᾶσα· μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει παρὰ τὴν Ῥάχιν νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα. ἐντὸς γὰρ τοῦ θώρηκος διατέτα ται πρὸς οὐδὲν προσισχο μένη, ἀλλʼ ἐναιωρευμένη τῷ θώρηκι, ἔς τʼ ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ. ἢν οὖν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων ὁ θώρηξ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi