Kitap 2
8
γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἔῃ· πῦρ μὲν γὰρ δριμὺ, δακνῶδες, ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην· ὁ δὲ ἄνθρωπος καίεσθαι δοκέει· σφυγμοὶ σμικροὶ, πυκνότατοι , ὁκοῖόν τι πεπιεσμένοι καὶ δεδιωγμένοι. ψύξις ἀκρέων, δίψος καρτερὸν, στόματος ξηρότης, προσώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα· ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα, ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε παραμήκης, μέχρι τῆς λαγόνος· μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν Ῥάχιν, ἢν ὁ σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνῃ. ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται παρʼ αὐτέην ἐπʼ ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ παντὶ διαπνοῆς This word is supplied by Ermerins on his own conjecture. Certainly some such term seems to be wanting in this place. οὐδὲν ἐπικουφιζούσης, ἀλλʼ οὐδὲ τὸ δέρμα μαλθα· ζούσης· ξηρὸν δὲ τόδε καὶ Ῥυσὸν καὶ τρηχύ· καὶ ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι· οἷον ὀλεκράνῳ, γούνασι, ἢ κονδύλοισι· ὕπνοι ταραχώδεες , κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ σμικρὸν, δριμὺ, χολῶδες· οὖρα ξανθὰ, δακνώδεα· τὴν γνώμην οὐ παράφοροιμὲν, νωθροὶ δὲ καὶ μαρασμώδεες. εὖτε ὁκόσοι τήνδε τὴν κατάστασιν εἶδον, καῦσον ἐκάλεον.Ermerins reads καύσου ἰδέην, which, no doubt, makes very good sense; but the common reading appears quite satisfactory. It is but justice to Ermerins to add, that he improves the next clause of the sentence very much by a change in the punctuation. καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ ταλαιπωρίης ἡ ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ θνήσκουσι· οἷσι δʼ ἂν ἐς μῆκος ἡ νοῦσος ἀφίκηται, ἐν διπλασίοισι ὄλλυνται. ὁκόσοι δὲ ἢ σμικρὴν ἀρχῆθεν ἴσχουσι τὴν φλεγμονὴν, ἢ τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης, διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ. οἱ δὲ μακρὸν μὲν τὸν χρόνον τὸν καῦσον νοσέουσι· ἀποπαύεται δὲ τὰ κινδυνώ δεα , αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ ἡ κακοσφυξίη , καὶ τῆς γνώμης τὸ νωθές· ἔτι δὲ ἔμπης ἔασιν ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ· ξύνεστι δὲ ὅ τε καῦσος καὶ τὸ δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ἡ ξηρότης· ἀναπνέουσι πολλὸν, μακρὸν ἕλκοντες καὶ ἀθρόον, ὅλον τὸν ἠέρα ἐς ἔμψυξιν ἐπισπώμενοι· ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πολὺ πλεῖστον, καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτʼ αὐτοῖς ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι· καὶ ἥδε ἡ διαδοχὴ τοῦ κακοῦ· καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δῴη πολλὸν ἀσινέως, ὅκως ἐν τοῖσι ἄλλοισι καύσοισι· ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς νοσέουσι τὸν καῦσον. κἢν μὲν ἡ γαστὴρ ἢ ἡ κύστις τὸ ποτὸν ὑποφέρῃ, οὐδὲ ἐμέτου δεῖ· εἰ δὲ μὴ, ἐπὶ πολλῷ τῷ ψυχρῷ τὸ πολλὸν ἐμέσαι χρή. ἐκραγείη γὰρ ἂν ὥνθρωπος, εἰ τοσόνδε πίνων μηδὲν διαχωροίη, ἢ ἱδρῶσι, ἢ οὔροισι, ἢ κοιλίῃ.