Kitap 2
9
ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἀθρόον, καὶ πολλῇσι ἡμέρῃσι ξυνεχὲς ἔρρεε· ἀλλʼ οὔ τινες αἱμορραγίῃ θνήσκου σι, ἀλλὰ τῇ φλεγμονῇ τῇ ξὺν αἱμορραγίῃ γιγνομένῃ, ἢν ἐπισχεθῇ τὸ αἷμα· τὰ πολλὰ δὲ ἐξ ἐπισχέσιος ἐπὶ μεγάλῃ φλεγμονῇ θνήσκουσι.
Κεφ. ι. περὶ τῶν κατὰ τὴν Κύστιν ὀξέων παθῶν.
10
κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέῃσι πονῆσαι· κἢν ἄλλοισι ξυμπεπόνθῃ· χαλεπωτέρη δὲ καὶ θανατωδεστέρη, ἢν ἀφʼ ἑωυτῆς ἄρξηται. καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆσαι, καὶ νεῦρα, καὶ γνώμην. νεῦρον γὰρ ἡ κύστις ψυχρὸν καὶ λευκὸν, ἀτὰρ καὶ πορρωτάτω τοῦ οἰκείου θάλπεος· ἐγγυτάτω δὲ τῆς ἔξω ψύξιος. ἐν γὰρ τῇ νειαιρῇ γαστρὶ κατωτάτω ἵζει προσωτάτω τοῦ θώρηκος· ἀλλὰ καὶ ἔργον αὐτέης ἐπίκαιρον ἡ τῶν οὔρων ἔξοδος.