Kitap 2
10
Αἱμορραγέει κοτὲ κύστις· ξανθόντε καὶ λεπτὸν τῇδε τὸ αἷμα· ἀλλʼ οὐδέν τι διὰ τήνδε θνήσκουσι, κἂν μὴ Ῥηϊδίη ἡ ἐπίσχεσις· ἀλλʼ ἐπὶ τοῖσι θρόμβοισι καὶ τῇ φλεγμονῇ ὁ κίνδυνος. ψύξις γὰρ καὶ νέκρωσις, καὶ γαγγραινώσιες, καὶ τὰ ἐπὶ τῇδε κακὰ Ῥηϊδίως κτείνει.
10
φέρει δὲ τὰς νόσους, χεῖμα, καὶ μετόπωρον. ἡλικίη δὲ ἀκμὴ, ἔτι δὲ μᾶλλον γῆρας· αἱ δὲ ἄλλαι ὧραι καὶ αἱ ἡλικίαι οὔτε ξυνεχέως καὶ ἥκιστα κτείνουσι. ἀσινέστατα δὲ πάντων τὰ παιδία.
Κεφ. ια. περὶ Ὑστερικῆς Πνιγός.
11
ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται ἡ μήτρη, σπλάγχνον γυναικήϊον ἄγχιστα ζωῶδες. κινέεται γὰρ ἐξ ἑωυτέης ἔνθα καὶ ἔνθα ἐπὶ τὰς λαγόνας· ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατʼ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ δεξιὰ, ἢ ἐς ἀριστερ ὰ, ἢ ἐς ἧπαρ, ἢ σπλῆνα, Ermerins judiciously adopts the suggestion of Wigan, and substistutes σπλῆνα for σπλάγχνα, the common reading. γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ κάτω, καὶ ξυλλήβδην εἴπωμεν, πάντη ἐστὶ πλανώδης· καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται, καὶ ἐπʼ αὐτὰ ἵεται· ἄχθεται δὲ τοῖσι κακόδμοισι , καὶ αὐτὰ φεύγει· καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ἡ ὑστέρη, ὁκοῖόντι ζῷον ἐν ζῴῳ.
11
ἥδε οὖν ἢν ἐξαπίνης ἀνώϊστος γένηται, καὶ ἐπιπολὺ ἄνω μείνῃ, καὶ ἐκβιάσηται τὰ σπλάγχνα, ἀπεπνίχθη κοτὲ ἡ ἄνθρωπος, τρόπον τὸν ἐπιληπτικὸν, ἄνευθεν σπασμῶν· ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων , καρδίη. τοὔνεκεν ἀπνοίη ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθίῃ τῆς καρδίης πιέζονται. διὰ τόδε καρηβαρίαιτε, καὶ ἀναισθησία ξύνεστι καὶ κάρος.