Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών

Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Aretaeus of Cappadocia

Kitap 2

2 Ἡ δὲ ἀπὸ θώρηκος καὶ τῶν νέρθεν σπλάγχνων αἵματος φορὴ ἀναγωγὴ καλέεται· ἔστι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό του τῶν ἐπικαίρων ἐκραγέν των ἔῃ, ἢ κοίλης φλεβὸς τῆς ἐν καρδίῃ ἀπὸ τοῦ ἥπατος διακονευμένης τὸ αἷμα, ἢ τῆς τῇ Ῥάχι παρατετα μένης παχείης ἀρτηρίης. αἱμορραγίῃ γὰρ ὅκωσπερ ἐν σφαγῇ καὶ δυσπνοῇ ὤκιστος ὄλεθρος· οἷσι δὲ ἀπὸ πνεύμονος, ἢ πλευρῆς, ἢ ἀρτηρίης τῆς τρηχείης, ἧσσον μὲν ὀξέως θνήσκουσι, οὐχ ἥκιστα δὲ ἔμπυαι καὶ φθίσιες γίγνονται. τουτέων δὲ ἀσθενεστέρη ἡ ἀπὸ τῆς τρηχείης ἀρτηρίης· ἢν δὲ ἀπὸ στομάχου ἢ κοιλίης ἐμέηται, οὔτε κάρτα ὀλεθρίως ἴσχουσι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἔῃ, οὔτε ἡ ἄλθεξις μακρὴ καὶ ποικίλη· ἢν δὲ ἀπὸ ἥπατος καὶ σπληνὸς, οὐ Ῥηϊδίη μὲν, οὐδὲ ξυνεχής· ἐς γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἡ ἀπόκρισις ἑτοιμοτέρη. οὐ μὴν οὐδὲ ἡ ἄνωθεν διὰ πνεύμονος καὶ ἀρτηρίης, ἀδύνατος, ἢ ἄπιστος. καὶ γὰρ ἐν πυρετοῖς ἀπὸ σπληνὸς καὶ ἥπατος διὰ Ῥινῶν αἱμορρα γέουσι, κατʼ ἴξιν τοῦ σπλάγχνου τοῦ μυκτῆρος Ῥέοντος. τόποι μὲν οὖν ἀφʼ ὧνπερ ἡ ἀγωγὴ οἵδε· καὶ ἡ ἐς κίνδυνον ἢ ὄλεθρον διαφορή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi