Kitap 1
7
παρίεται ν, ἄλλοτε μὲν μέρεα καθʼ ἓν, ὀφρὺς μούνη, ἢ δάκτυλος, ἢ ἔτι μέζω, χεὶρ, σκέλος· ἄλλοτε δὲ ὁμοῦ πλεῦνα· καί ποτε δεξιὰ μοῦνον, ἢ ἀριστερ ὰ, ἢ ἰδίῃ καὶ ἰδίῃ, ἢ ξύμπαντα· ἐπʼ ἀκριβὲς, ἢ ἧσσον. οὐ τὰ διεστῶτα μοῦνον καὶ ὁμώνυμα καὶ ὁμόζυγα, ὀφθαλμοὶ, χεῖρες, σκέλος, ἀλλὰ καὶ τὰ ξυμφυέα, Ῥὶς ἐς τὸ ἶσον, καὶ γλῶσσα μέσφι τῶν ὁρίων τοῦ μέσου, καὶ παρίσθμιον ἓν, καὶ ἰσθμὸς, καὶ κατάποσις ἐς ἥμισυ. δοκέω δὲ ἐγώ κοτε καὶ στόμαχον, καὶ τὰ ἔντερα, καὶ κύστιν, καὶ τὸ παράμηκες ἔντερον ἄχρι τῆς ἀρχῆς τωὐτὸ πεπονθέναι· ἀλλὰ τὰ μὲν μέλεα τὰ ἐντὸς ἐκλυόμενα The common reading, ἑλκέων νἑυει, having evidently no meaning, I follow Wigan and Ermerins in adopting this word. I am also indebted to the latter for various other amendments in this chapter, which I do not think it necessary to mention singly. κρυπτὰ καὶ ἀφανέα· ἡμιτελέες δὲ καὶ αἱ ἐνέργειαι· τῇδέ μοι δοκέει καὶ ἡμιπαθέα ἔμμεναι τὰ μέρεα διχῆ ὑπὸ τῆς νοῦσου τετμημένα. τόδε μέντοι τὸ πρῆγμα δίδαγμα διαφορῆς δυνάμιός τε καὶ κρίσιος πρὸς ἀριστερὰ δεξιοῖς. ἴση μὲν γὰρ καὶ ἡ προσίζουσα αἰτίη, ξυναὶ δὲ ἀμφοῖν τοῦ πάθεος αἱ προφάσιες, ἤν τε ψύξις, ἤν τε ἀπεψίη, ἀλλὰ ἄμφω παθεῖν οὐκ ἶσα ἄν. ἰσόρροπος δὲ ἡ φύσις, ὡς ἐν ἰσορρόπῳ, τωὐτὸν δὲ ἐν ἀνίσοις ἀδύνατον. ἢν μὲν οὖν τῆς κεφαλῆς κάτω πάθῃ τις ἀρχὴ, ὁκοῖόν τι τοῦ νωτιαίου μυελοῦ ἡ μῆνιγξ, τὰ ὁμώνυμα καὶ ξυναφέα παραλύεται, δεξιὰ ἐπὶ δεξιοῖσι, καὶ ἐπʼ ἀριστεροῖσι λαιά. ἢν δὲ κατάρχῃ κεφαλὴ, ἐπὶ μὲν τοῖσι δεξιοῖσι τὰ λαιὰ παραλύεται, δεξιὰ δὲ ἐπʼ ἀριστεροῖσι. αἰτίη δὲ, τῶν ἀρχέων τῶν νεύρων ἡ ἐπαλλαγή. οὐ γὰρ κατʼ ἴξιν τὰ δεξιὰ ἐπὶ δεξιὰ ὁδοιπορέει, μέσφι περατῶνται, ἀλλʼ ἔμφυτα τῇ ἀρχῇ ἕκαστα εὐθὺς ἐπʼ ἐκεῖνα φοιτῇ, ἀλλήλοισι ἐπαλλαξάμενα εἰς χιασμὸν σχήματος· ἀθρόον δὲ εἰρῆσθαι, εἴτε ξύμπαντα ὁμοῦ, εἴτε μέρεα παρίεται, ἢ ξυναμφοτέρων, νεῦρα δὲ ἄλλοτε μὲν τὰ ἀπὸ κεφαλῆς πάσχει· τάδε μέντοι ἐς ἀναισθησίην τρέπονται, ὡς ἔπος εἰπεῖν· οὐ γὰρ Ῥηϊδίως ἐς ἀκινησίην ἐξ ὡυτέων Ῥέπει τάδε· κἢν μὲν τοῖσι κινευμένοισι ξυμπαθήσῃ, πάσχει καὶ τάδε σμικρὴν ἀκινησίην· ἴσχει γὰρ καὶ τὴν κίνησιν ἐξ ὡυτέων, εἰ καὶ ἐπὶ ἧσσον φύσι· ἄλλοτε δὲ τὰ ἀπὸ μυῶνAlthough I have not ventured to alter the reading, it appears to me, from the distinction which our author makes above between the cerebral and spinal nerves, that he refers here to the latter, and that we ought to read, νωτιαίου μυελοῦ; or, perhaps, the former word might be dispensed with. ἐς μύας περαιούμενα, τάδε τὸ κῦρος τῆς κινήσιος ἴσχει, καὶ τοῖσι ἀπὸ τῆς κεφαλῆς προσδιδοῖ. καὶ γὰρ αὐτὰ ἀπʼ ἐκείνων τὸ πλεῖστον τῆς κινήσιος ἴσχει·Ermerins does not hesitate to substitute αἰσθήσιος in place of κινήσιος, as fancying that the sense requires this change. ἴσχει δὲ καὶ ἐξ ἑωυτέων καὶ ἔλαττον· τάδε μέντοι ἀκινησίην πάσχει μᾶλλον· σπάνιον δὲ εἴ κοτε ἐξ ἑωυτέων εἰς ἀναισθησίην τρέποντα ι, δοκεῖ καὶ μὴ εἰς τὸ πάμπαν· ἢν δὲ ξύνδεσμός τις νεύρων λυθῇ τῶν ἐξ ὀστέων πεφυκότων τινὸς, καὶ κραινόν των ἐς ὀστέα, ἢ Ῥαγέντος,This can scarcely be the true reading. Should it not be ῥαγῇ ? ἀκρατέα τὰ μέρεα καὶ ἐπισυρόμενα, οὐκ ἀναίσθητα, γίγνεται.