Kitap 1
8
φωνὴ βραγχώδης· αὐχὴν ὑποσκόλιος, Ῥαδινὸς, οὐκ εὐπαράγωγος· ὁκοῖόν τι ξυντετα μένος· δάκτυλοι ἰσχνοὶ, τὰ δὲ ἄρθρα παχέα· ὀστέων μούνων ἡ ἰδέη· σμύχονται γὰρ καὶ σάρκες· ὄνυχες γρυποὶ δακτύλων, αἱ κοιλίαι Ῥυσαὶ καὶ πλατέες· Ermerins, on his own authority, substitutes πλατέαι; but the other reading is in accordance with a well-known Ionic usage. All the recent translators have fallen into the mistake of applying this passage to the abdomen; whereas a careful examination of the context will show that it is out of the question in this place. Crassus more correctly renders it thus: digitorum ventres rugosi et lati. Κοιλίαι in this place evidently applies to the pulps of the fingers. ὑπʼ ἀσαρκίας γὰρ οὔτε τὴν περιταινίην οὔτε τὸ στρογγύλον ἴσχουσι. διὰ τόδε καὶ ὄνυχες γρυποί· ἥδε γὰρ ἡ ἀνακωχὴ, καὶ ἡ ὑπόστασις αὐτέων, ἥτις ἐν τῇσι κορυφῇσι πεπλησμένη εἵνεκεν αὐτῶν· ἔστι καὶ ὁ τόνος, ὥσπερ καὶ τὰ στερεά·In this passage we are under obligations to Ermerins; in particular for supplying τόνος instead of πόνος. I have not adopted his other alterations. Ῥὶς ὀξείη, ἰσχνὴ, μῆλα ὑπερίσχοντα καὶ ἐρυθρὰ, ὀφθαλμοὶ κοῖλοι, στιλπνοὶ, γανόωντες· οἰδαλέοι, καὶ ὠχροὶ, ἢ πελιδνοὶ τὰ πρόσωπα. γνάθων τὰ λεπτὰ τοῖσι ὀδοῦσι προσιζάνσει μειδιῶσι ἴκελον, τὰ πάντα νεκρώδεες. ὧδε καὶ τὰ πάντα ἴσχει· ἰσχνοὶ, ἄσαρκοι, βραχιόνων μύες ἄδηλοι, μαζῶν οὐδὲ ἴχνη, ἐκφανέες δὲ μοῦναι θηλαί. πλευρὰς οὐ καταλέξαι μοῦνον εὔσημον, ἀλλὰ καὶ ὅπη κραίνουσι, ἐσιδεῖν Ῥηΐδιον· οὐδὲ γὰρ αἱ πρὸς τοὺς σπονδύλους συναθρώσιες εὐξύγκρυπτοι· δῆλαι δὲ καὶ αἱ εἰς τὸ στέρνον ἐπιβολαί· τὰ μέσα τῶν πλευρέων κοῖλα, Ῥομβοειδέα.This word is most probably a false reading. See Wigan and Ermerins. The latter reads ῥοιβοειδέα, one of Wigan’s conjectural emendations. Ῥοικοειδέα and ῥεβοειδέα have also been suggested. If I thought myself warranted to make any change in the reading, it would be to adopt ῥαιβοειδέα. See Foes, Oec. Hipp.; and Galen, t. i. pp. 224, 246, ed. Daremberg. ὡς ἐς τὴν τῶν ὀστέων περιαγωγὴν ὑποχόνδρια λαγαρὰ, ἀνεσπασμένα, ἐπιγάστριον τῇ Ῥάχει προσφυὲς καὶ λαγών. ἄρθρα ἐναργῆ, ἔξαρθρα, ἀσαρκώδεα, καὶ ἡ κνήμη, ἰσχίον τε καὶ βραχίων. ὑπερίσχει ἡ ἄκανθα τῶν σπονδύλων ἡ πρόσθεν κοίλη τῶν ἑκατέρων ἐκτετηκότων μνῶν· ὡμοπλάται ἐκφανέες ὅλαι, ὅκως πτέρυγες ὀρνίθων. τουτέοισι ἢν κοιλίη ἐκταραχθῇ, ἀνέλπιστοι· ἢν δὲ ἐς ὑγείην τρέπηται, τὰ ἐναντία τοῖσι ὀλεθρίοισι ἐπιφοιτῇ.