Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 1

11 εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ ἀναπνοὴ, ἆσθμα καλεῖται· καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα· ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως· πνὶξ γὰρ ἐν κατακλίσι. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα.Ermerins suppresses the last clause of the sentence altogether, on the ground that it is superfluous and out of place. I fear this must be held to be an unwarrantable liberty on the part of an editor, whose duty it is to restore the words, but not attempt to improve the sense of his author. ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι.
11 πάσχει δὲ πλεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν, διάφραγμα, θώρηξ· ἢν δὲ καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε. τῇδε γὰρ ἡ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή.
11 αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος·Ermerins agrees with Petit in reading πνεύμονος. I am doubtful. ὕλη δὲ ὑγρὰ, παχέα, κολλώδεα· εὐπαθέες δὲ γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί· οἱ δὲ παῖδες τούτων περιγίγνονται Ῥηΐτερον, ἡ γὰρ φύσις ἐν αὐξήσι θερμῆναι δυνατωτάτη. ἄνδρες δὲ εἰ καὶ μὴ Ῥηΐδιοι παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον. ἀμβολὴ δὲ θανάτου ὅσοισι ἐν ἔργου πρήξι, ἢ ἐν εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι τῆς τιτάνου ἐργάτῃσι, ἢ χαλκεῦσι, ἢ σιδηρεῦσι, ἢ καὶ λουτρῶν πυρσευτῆρσι.
11 Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής· Ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi