Kitap 1
11
ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες, ὡς ἐπʼ ἀγχόνῃ, Ῥωγμὸς ἐν ἐγρηγόρσι· Wigan and Ermerins read ῥωχμὸς; but the other seems to me the preferable term. The authority of Caelius Aurelianus seems to me decisive on this point: Gutturis stridor quem graeci rhogmon vocant. Morb. Acut. ii. 10. See Paulus Aegineta, t. i. p. 482, Syd. Soc. Edit. πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη· ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής· ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπʼ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊδας· βὴξ συνεχὴς, βιαίη· ἀναγωγὴ σμικρὴ, λεπτὴ, ψυχρὴ, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα. σφυγμοὶ σμικροὶ, πυκινοὶ , πιεζεύμενοι· ἰσχνὰ σκέλεα· κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ τρόπῳ.
11
ἢν δὲ ἐς ἀγαθὸν τρέπηται, βὴξ μακροτέρη καὶ ἀραιοτέρη. ἀναγωγὴ πλεύνων τε πύων καὶ ὑγροτέρων· κοιλίης τάραχος πολλῶν ὑδατωδέων· οὔρων ἔκκρισις πολλὴ, κἢν ἐς ὑπόστασιν μηδέκω ἥκῃ· φωνὴ γεγωνοτέρη , ὕπνοι αὐταρκέες, ὑποχονδρίων ἄνεσις· ἧκέ ποτε πόνος ἐς μετάφρενον ἐπʼ ἀνέσι. ἆσθμα ἀραιὸν, λεῖον, κερχνῶδες. I am not satisfied that Ermerins was warranted in prefixing οὐ to κερχνῶδες, contrary to the authority of all the MSS. ὧδε μὲν οὖν διαδιδρήσκουσι τὸν ὄλεθρον ἐν δὲ τῇσι ἐπανέσεσι, κἢν περιΐωσι ὀρθοστάδην, τοῦ πάθεος φέρουσι ξύμβολα.
Κεφ. ιβʼ. περὶ Πνευμωδῶν.