Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 1

13 ἢν δὲ ἀνεκπύητον τὸ ἕλκος γίγνηται, καὶ κακώδεα ἡ γαστὴρ ὁκοῖόν τι σηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτος διεκθέει ὑπʼ ἀκρασίη ς κοιλίης τε καὶ ἐντέρων. οὐ πέπτει γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ· πῦρ τε ἐπὶ τοῖσδε δριμὺ, καὶ πάντως ἐς κακὸν ἡ τροπή. σαρκῶν ξυντήξιες, σφυγμοὶ σμικροὶ, δύσπνοοι, εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτ ησαν τὸν βίον. μετεξετέροισι δὲ ἡ δυσεντερίη μὲν καὶ τὸ ἕλκος ἰήθη, ἐς ὕδρωπα δὲ κατέστρεψε ἡ νοῦσος. ἢν δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκὸν, λεῖον, ὁμαλὸν, ἄνοσμον γὰρ ἐκρέει, ἡ γαστὴρ πέττειτε τὰ σιτία, εὔελπις ὥνθρωπος.I at first changed ἐκρέει, for which there is no authority in a transitive form, into ἐκχέει. (Ermerins suppresses γὰρ, and further reads διεκρέει, to which, however, there is the same objection as to ἐκρέει.) But, upon second thoughts, by a slight change of the punctuation, I flatter myself that I have brought the text to a passable state. ἄριστον δὲ διʼ οὔρων κεκρίσθαι· ἀσφαλεστέρη δὲ καὶ ἀσινεστέρη ἡ τῇδε τοῦ πύου ὁδός.
13 ἢν δὲ ἀπὸ τῆς φλεγμονῆς ἀνεκπύητον ᾖ τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται,Ermerins substitutes ἄπονον for ἄπορον, which latter word evidently is wrong. See Wigan. τὸν ὄγκον τε τὸν σκληρὸν ἷζον εἰς σκίρρον ἱδρύεται. εὖτε πόνος μὲν οὐ ξυνεχὴς, νωθὴς δὲ κἢν παρῇ· ἀραιὴ δὲ καὶ θέρμη· ἀποσιτίη, πικρῶν γευμάτων ἡδονὴ, γλυκέων ἀηδίη, Ῥιγώδεες, ὑπόλευκοι, χλωροὶ, οἰδαλέοι ὀσφὺν καὶ πόδας. πρόσωπα Ῥυσὰ, γαστὴρ ξηρὴ, διαχωρήσιες πυκιναί. κορυφὴ γὰρ τῶν κακῶν ὕδρωψ.
13 ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν ὕδερον· ἢν δε λεπτὰ καὶ ἀνυπόστα τα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει· ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον ἡ φύσις, καὶ καταρρα γῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰησατο· σφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπʼ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi