Kitap 1
6
μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς· ἔκστασις γάρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλʼ ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα , ἢ μανδραγόρη, ἢ ὑοσκύαμος, ἀλλʼ οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίστα ται θᾶττον· τὸ δὲ ἔμπεδον ἡ μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον ἡ λήρησις, γήραος ἡ ξυμφορή. αἰσθήσιος γάρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος·I flatter myself that every person who is familiar with the metaphysics of the ancients, will admit that I have improved this sentence by changing ἥδε into ἠδέ. Ermerins, not recognising the difference between the γνώμη and the νοῦς, expunges τοῦ νοῦ from the text. On the distinction between these portions or powers of the mind, see Aristotle de Anima, iii. 10, etc.; Metaphysica, pluries. μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδ ες τῇσι πρήξεσι· ἡ μὲν γὰρ λήρησις ἀρχομέν η ἀπὸ γήραος οὔτε διαλείπει, καὶ ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομέν ου τοῦ κακοῦ ἰητρείῃ, ἢ τῆς ὥρης εὐκρασίῃ.The text in this sentence is not in a satisfactory state, either as it is, or as altered by Ermerins, who replaces ἢν with ἄν. μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ἡ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης, ἢ ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε.