Kitap 1
6
καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι, ὀξύθυμοι, Ῥέκται, εὐμαρέες, ἱλαροὶ, παιδιώδεες· ἀτὰρ καὶ οἷσι ἐς ἐναντίην ἰδέην ἡ φύσις Ῥέπει, ὁκόσοι νωθροὶ, ἐπίλυποι, βραδεῖς μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προσκαμεῖν, ποτὶ καὶ μαθόντες, ἀμνήμονες, οἵδε καὶ μελαγχολῆσαι ἑτοιμότεροι, οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται. ἀτὰρ καὶ ἡλικίῃσι, οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ, οἵδε μαίνονται. τοῖσι ἀμφὶ ἥβην καὶ νέοισι καὶ οἷσι πάντων ἡ ἀκμή· ὁκόσοισι δὲ τὸ θερμὸν ἐκ μελαίνης χολῆς ἐξάπτεται, τό τε εἶδος ἐς ξηρὸν τρέπεται, τουτέοισι μελαγχολῆσαι Ῥήϊστον· δίαιτα δὲ ἄγει, πουλυφαγίη, πλησμονὴ ἄμετρος, μέθη, λαγνείη, ἔρωτες ἀφροδισίων· ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ σκήνεος, εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι· ἄλλαι δὲ, οὐ μᾶλλον δὲ Ῥηϊδίως ἐκμαίνονται· μάλα δὲ χαλεπῶς ἐκμαίνονται. αἵδε αἱ προφάσιες. καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, ἢ χολῆς, ἢ ἱδρῶτος ἐπίσχῃ τις αἰτίη.