Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

Κεφ. ς′. περὶ Στομαχι κῶν.

6 στόμαχος ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν, ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ· ἥδε στομάχου πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆς μὲν, εὐπεψίη , εὐσαρκίη, εὐχροίη τοῦ σώματος· ἀηδίης δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφὴν, μελαγχολώδεσι δὲ κἀποσιτίη. ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον, ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ, ἢ πλάδῳ, ἢ καρδιαλγίῃ· καὶ σιαλοχόοι δὲ, καὶ ἔμετοι ἐνίοις. κἢν ὁμῶς τὸ σῶματείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ τῶνδε, τόνδε πόνον Ῥηΐτερον φέρει τῆς προσάρσιος. ἢν δὲ καὶ ὑπʼ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε· ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι· ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται· παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς Ῥάχιος ἐς τὼ σκέλεε κινευμένης , ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι δοκέουσι, κἢν ἑστήκωσι, κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων κάλαμοι, ἢ δένδρεα· φλέγμα ψυχρὸν, ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ πικροχόλοισι, σκοτώδεες, ἄδιψοιErmerins alters the text to χολὴ ᾖ, πικρόχολοι; but no change seems to be required. κἢν ἐπʼ ἐδέσμασι διψῆν δοκέωσι, ἄγρυπνοι, νωθροὶ, νυσταλέοι, οὐχ ὕπνῳ ἀτρεκέϊ· κωματώδεσι δʼ ὁμοιοπαθέες, ἰσχνοὶ, ἔξωχροι, ἀσθενέες, ἔκλυτοι, λειποδρανέες, ἄψυχοι, δειλοὶ, ἡσύχιοι· ἐξαπίνης δὲ ὀργίλοι· κάρτα μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ τοιοίδε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi