Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

Κεφ. ζ′. περὶ Κοιλιακῆς διαθέσιος.

7 κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλʼ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακ ὴ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλʼ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος.Ermerins reads as follows: ἡμιτελέα δὲ λείπει ἀδρανίῃ· ἡ δὲ ἀφεθεῖσα τοῦ τέλεος τῆς ἐργασίης, κ. τ.λ. I must say, I cannot recognise the necessity for this alteration, which appears to me anything but an improvement. ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν.
7 διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες· φαντασίαι δὲ ἐπʼ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής· οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi