Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

8 Κωλικοὶ δὴ κτείνον ται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος· σημήϊα, βάρος μὲν ἐπʼ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει· ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα· κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων· ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν, ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέες. ἢν δέ πηπερήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ ἄνω καὶ ὀξυρεγμιώδεες· νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ· τουτέοισι ἄλλα ἀντʼ ἄλλων. θωῦμα δὲ τουτέων μέζον, ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ· πολλοὺς τῶν ἰητρῶν ἥδε ἡ ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας, ὡς ἰδίην ἔχοντας αἰτίην. ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντʼ ἄλλων ἄλλα.
8 γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦσοι, ἀποστάσιες μὲν καὶ ἕλκεα οὐκ εὐήθεα· ὕδεροι δὲ καὶ φθίσιες, ἀναλθέα. ἐπὶ γὰρ ψύξι καὶ χυμοῖσι παχέσι καὶ φλέγματι πολλῷ κολλώδεϊ ξυνίσταται ἡ νοῦσος· ἀτὰρ καὶ ἡλικίῃ καὶ ὥρῃ ψυχρῇ ἐπιφοιτῇ, χώρῃ, καὶ χείματι καρτερῷ.

Κεφ. θʼ. περὶ Δυσεντερίης.

9 ἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα μέσφι τοῦ τυφλοῦ, χολάδες ἐπίκλην· ἀπὸ δὲ τουτέων τὰ κάτω παχέα καὶ σαρκώδεα μέσφι τῆς ἀρχῆς τοῦ εὐθέος ἐντέρου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi