Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

1 ἰδέαι δὲ πλεῦναι, ἧς ἀτὰρ ὄνομα ἕτερον καὶ ἕτερον. ἢν μὲν γὰρ ἡ παρέγχυσις ἔνυγρος ἐν τῇσι λαγόνεσι ἐμπλώῃ, καὶ ἀπὸ τῆς πρήσιος ἐν τοῖσι πατάγοισι δοκέῃ πως τυμπάνῳ, τυμπανίης κικλήσκεται. ἢν δὲ ὕδωρ ἅλις ἐς τὸ περιτόναιον ἐμπεριέχηται, ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν ἐπίκλησιν ἀσκίτην. ἢν δὲ αἱ λαγόνες μὲν μηδὲν τουτέων ἴσχωσι, τὸ πᾶν δὲ παροιδαίνῃ σκῆνος, ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ, φλεγματίης καλέεται. ἢν δὲ ἐς χυμὸν αἱμάλωπα, ὑδατώδεα, λεπτὸν, συντακῶσι αἱ σάρκες, ἀνὰ σάρκα γίγνεται ὕδρωψ· κακὴ μὲν ἡ ἑκάστου ξύστασις. κακίων δὲ πολλόν τι ἡ τῶνδε ἐπιμιξίη.I have followed Crassus, Petit, and Wigan in suppressing οὐ before κακίων; and am surprised that Ermerins should have persisted in retaining the negative. τῶνδε γὰρ ἀμφὶ τὰς λαγόνας εἷς ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε· χαλεπώτατος δὲ, ἢν ὁ τυμπανία ς τῷ ἀνὰ σάρκα μιχθῇ. καὶ γὰρ ἰδίῃ τῶν μὲν ἀμφὶ τὰς λαγόνας, ἀσκίτου τυμπανίας χερείων, τῶν δὲ ὅλου τοῦ σκήνεος ὁ λευκοφλ εγματίας τοῦ ἀνὰ σάρκα μείων· ἐπιεικὴς μὲν ὦν, ἐν ἀπελπίστοισι, ἢν ὁ μείων ξυστῇ τῷ μείονι· κακίων δὲ εἴ τις τῶν μειόνων ἑνὶ τῶν μεζόνων ἐς τὠυτὸ ξυμβῇ· ἢν δὲ ἐς ἄκρας ἡ μίξις ἅμʼ ἥκηται δυοῖν μεγάλοιν, μέζον κακὸν τὸ ἔκγονον.
1 σημεῖα δὲ μέγιστα καὶ Ῥήϊστα ἰδεῖν καὶ θιγέειν καὶ εἰσακοῦσαι· ἐπὶ μὲν τῷ ἀσκίτῃ ἰδέειν ὄγκον ἐν τῇσι λαγόσι, οἶδος ἀμφὶ τὼ πόδε· πρόσωπα δὲ καὶ βραχίονες καὶ τὰ ἄλλα ἰσχνὰ, οἰδέουσι ὄρχιές τε καὶ πόσθη, καὶ ὁ ξύμπας καυλὸς σκολιὸς ἐξ ἀνίσου τοῦ οἴδεος. θίγειν ἠδὲ ἐρείσαν τά πη τὴν χεῖρα κατὰ λαγόναI have followed Wigan and Ermerins in adopting this reading, instead of κατὰ λόγον; which, however, does not seem to me so unsuitable as they represent. εἰσωθεῖν· τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει· ἀτὰρ καὶ ἐν τῇσι τοῦ ἀνθρώπου τῇδε ἢ τῇδε ἐπιστροφῇς ι, ἐς τὰς μετακλίσιας τὸ ὑγρὸν, ὄγκον τε καὶ κλύδωνα ποιέει, ἐσακούειν τε καὶ τοῦ κλύδωνος· ἀλλὰ κἤνπη τὸν δάκτυλον ἐρείσῃς, ὁ χῶρος γίγνεται κοῖλος, ἐς χρόνον τε πουλὺν μίμνει κοῖλος. τάδε μὲν τὰ ἀσκίτου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi