Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

9 αἱ δὲ ἐκκρίσιες καὶ τὰ ξυνεόντα τοῖσι ἕλκεσι ἕτερα καὶ ἕτερα, ἐπʼ ἄλλοισι καὶ ἄλλοισι. ἢν μὲν γὰρ ἐπιπολῆς ἔῃ, ἄνωθεν μὲν λεπτὰ, χολώδεα, ἄνοσμα, πλὴν ὁκόσον ἀπʼ ἐντέρων. τὰ δὲ ἀπὸ τῆς νήστιος κατακορέα μᾶλλον, κροκοειδέα , κακώδεα· τὰ δὲ καὶ ξὺν τῇ τροφῇ λελυμέν ῃ μὲν, ἀλλὰ τρηχείῃ, ἄλλοτε κάκοδμόν ἐστι, τὰ δὲ ἕλκεα σηπεδώνεα ἄλλοτε δὲ ἴσχει, ὡς ἀπὸ σκυβάλων μοῦνον τὴν ὀσμήν· ἀπὸ δὲ τῶν κάτω ἐπὶ τοῖσι ἕλκεσι, ὑδατώδεα, λεπτὰ, ἄνοσμα· ἢν δὲ ἐπὶ μᾶλλον βαθέα, ἰχωροειδέα , ὑπέρυθρα, οἰνώδεα, ἢ ὅκως κρεῶν πλύμα. ἄλλοτε μὲν ἰδίῃ τάδε, ἄλλοτε δὲ ξὺν τοῖσι κοπρίοισι· καὶ τάδε ὑγρὰ λελυμένα τῷ περιρρόῳ, ἄχολα, ἄνοσμα· ἢ ξυνεστῶτα, ξηρὰ ἐξίασι, ὀλισθηρὰ τῷ περιρρόῳ· ἢν δὲ μέζω καὶ λειότερα ᾖ τὰ ἕλκεα, ἐπὶ μὲν τοῖσι ἄνω, χολώδεα, καὶ ἀφʼ ὧν καὶ διʼ ὧν ἔρχεται — καὶ γὰρ τὴν ἕδρην, — δάκνει. δριμεῖα γὰρ ἡ χολὴ, καὶ ἐπὶ μᾶλλον ἢν ἀφʼ ἕλκεος· καὶ ἡ χολὴ δὲ πίων ὅκως λίπας. ἐπὶ δὲ τοῖσι βαθυτέροις τοῖσι κάτω αἱμάλωψ παχὺς σὺν φλέγματι, σαρκοειδέα οὐ κάρτα πίονα, ξυσματώδεα , ὡς ἀπʼ ἐντέρων εἶναι. ἀτὰρ καὶ ὅλα συμμέμικται μέρεα· φέρεται λευκὰ, παχέα, μυξώδεα, στέατι ξυγκοπέντι ἴκελα, ξὺν τῷ περιρρόῳ. τάδε μέντοι ἀπὸ τοῦ εὐθέος τοῦ παραμήκεος ἐντέρου. ἄλλοτε δὲ μυξώδεα μοῦνον, ὀδαξώδεα, σμικρὰ, στρογγύλα, δακνώδεα, ἐξαναστάσιας πυκινὰς, καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα, ἐκκρίσιας δὲ κάρτα σμικράς· τεινασμὸς τοῦδε ἡ ἐπίκλησις. ἀπὸ δὲ τοῦ κώλου φέρονται καὶ σάρκες ἐξέρυθροι καὶ μεγάλαι, περιγραφὴν πολλὸν μέζονα ἔχουσαι· εἰ δὲ βαθέα γίγνεται τὰ ἕλκεα, καὶ αἷμα παχὺ, τρυγῶδες, τάδε κάκοδματῶν πρόσθεν μᾶλλον. ἐπην δὲ ἕρπῃ καὶ ἐσθίῃ τὰ ἕλκεα, καὶ ἴσχηται μηδαμᾶ ἐπὶ μηδενὶ, ἄνωθεν μὲν πρὸς τοῖσι χολώδεσι τοῖσι κατακορέσι , κροκώδεα, καὶ ἔπαφρα, τρυγίζοντα , καὶ μέλανα, ἰσατώδεα, πρασοειδέα , παχύτερατῶν πρόσθεν, κακώδεα, ὅκως ἡ σηπεδὼν, διαχωρέει. τροφὴ νῦν ἀπεπτοτέρη, ὡς ὑπὸ ὀδόντων λάβρων τετριμμένη μοῦνον. ἢν δὲ τὰ κάτω ἀνεσθίηται , αἱμάλωπες μέλανες, παχέα, σαρκοειδέα , ἐξέρυθρα, θρομβώδεα, ἄλλοτε μὲν μέλανα, ἄλλοτε δὲ παντοίως ποικίλα, κάκοδμα, οὐ φορητὰ, ἀφέσιες τῶν ὑγρῶν ἀβούλητοι· ἀπελύθη κοτὲ καὶ εὔμηκες ἄκριτον κατὰ πλεῦνα, ὅκως ὑγιὲς τὸ ἔντερον, καὶ δέος παρέσχεν ἀμφὶ ἔντερον τοῖσι ἀγνοοῦσι τοῦ πρήγματος. τὸ δέ ἐστι τοιόνδε. τῶν ἐντέρων, ὅκως τῆς κοιλίης, χιτῶνες ἔασι δοιοί· ἀτὰρ καὶ ἀλλήλοισι ἐπιβάλλουσι οἵδε λοξοί. ἢν οὖν ἡ διπλόη λυθῇ, ὁ μὲν ἐντὸς χιτὼν ἀποστὰς ἐς μῆκος ἔξω χωρέει, ὁ δὲ ἐκτὸς μίμνει μοῦνος, καὶ σαρκοῦται, καὶ ἐπωτειλοῦται, καὶ ἀλθέξονται , καὶ ζώωσι ἀσινέες. πάσχει δὲ τὸ κάτω μοῦνον, αἰτίη δὲ τῶν χιτώνων τὸ σαρκοειδές. ἢν δὲ αἷμα ἀπό τευ ἀγγείου φέρηται ξανθὸν, ἢ μέλαν, καθαρὸν Ῥέει, ἀμιγὲς τροφῆς, ἢ σκυβάλων ἄτερ. εἰ δὲ ἐπίπαγοςἐπιπετάννυτο πλατέσι ἀραχνίοισι ἴκελος θρομβοῦται, ἢν ψυχθῇ· οὐδὲ γὰρ ἡ πίστις αἵματος ἔκκρισις· τῷ δὲ Ῥοίζῳ πολλῷ ξὺν πνεύματι μέζων τῆς περιστάσιος ἡ φαντασίη τῆς ἐκκρίσιος. γίγνεταί κοτε καὶ ἐν κώλῳ πύου ἀπόστασις, οὐδέν τι τῶν ἄλλων τῶν ἐντὸς ἑλκέων ξενοπρεπεστέρη. καὶ γὰρ τὰ σημήϊα καὶ τὸ πῦον καὶ ἡ ἄλθεξις τῶν ἑλκέων ἡ ὠυτή. ἢν δὲ ἐκκρίσιες σκληραὶ τῶν σαρκοει δέων ἔωσι, τετριμμέναι, τρηχέσι σώμασι ἴκελαι, ἡ ἀπόστασις οὐ τοῦ εὐήθεος τρόπου· ῥέει κοτὲ πολλὸν ἀπὸ τοῦ κώλου ὕδωρ, δυσεντεριώδεα τρόπον. ὕδρωπος τόδε μυρίους ἐρρύσατο. Hippocrat. Aph. vi. 14. τὰ μὲι ἕλκεα, ὡς ἔπος εἰπεῖν, τὰ ἐν τοῖσι ἐντέροισι τοιάδε· ἀτὰρ ἠδὲ καὶ ἡ τῶνδε ἰδέη, καὶ αἱ ἀπὸ τῶνδε ἐκκρίσιες, ὁκόσας ἔλεξα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi