Kitap 2
9
αἱμορραγίῃ δὲ ἀπʼ ἐντέρων, ἢν μὲν μεγάλης φλεβὸς ἢ ἀρτηρίης ἔῃ, ὠκὺς ὁ θάνατος. οὐδὲ γὰρ οὐδὲ τὴν χεῖρα δυνατὸν ἔσω ἐσμάσασθαι , καὶ τοῦ ἄλγεος θιγεῖν, ἢ φάρμακον αὐτῷ τῷ ἕλκεϊ προσβάλλειν. καί τοι καὶ εἰ ἐπίσχοιτο ἡ αἱμορραγίη φαρμάκῳ, οὐκ ἀτρεκὴς τοῦ θανάτου ἡ φυγή. μετεξετέροισι γὰρ μεγάλης ἐσχάρης ἔκπτωσις τῆς φλεβὸς τὸ στόμιον ἐς μέζον εὐρύνει· εὖτε καὶ θρόμβοι ἔνδον ἐγγίγνονται καὶ μίμνουσι ἔσω, ἄφυκτος ἡ νοῦσος. χρὴ οὖν ἀρχομένῃσι αἱμορραγίῃσι ἀρήγειν. δήλη δὲ ὡς ἐπίπαν γίγνεται μέλλουσα, εἰ καὶ μὴ πάμπαν εὔσημος· ἄση ξύνεστι, ἀπορίη, βάρος τοῦ τόπου, ἔνθα Ῥήσσεται, ἐρύθημα τοῦ προσώπου, ἢν μηδέκω Ῥαγῇ· κἢν μὲν ἡ φλὲψ νεορραγὴς ἔῃ, ὡς ἐπίπαν μαλθάσσεται πάμπαν. ἢν δὲ πρόσω ᾖ χρόνου, χαλεπώτερον καὶ βραδύτερον. τοιάδε μὲν τὰ ἐν ἐντέροις ἕλκεα.
9
γίγνεται δὲ θέρεος ὥρῃ· δεύτερον φθινοπώρου, ἧσσον ἦρος, ἥκιστα χειμῶνος. καὶ διάρροιαι μὲν, παιδίοισι καὶ μειρακίοισι· δυσεντερίη δὲ ἀκμάζουσι καὶ νέοισι· γῆρας δὲ δυσαλθὲς καὶ ἐς ὠτειλήν χρόνιον· τὰ δὲ ἀνεσθιόμενα γέρουσι ἀήθεα· ἀτὰρ καὶ αἱμορραγίη ξύμφωνος γήρᾳ.The common reading is ambiguous. Ermerins reads ἀξύμφωνος. Perhaps our author refers to the bloody discharges from piles, which are not uncommon in old age.
Κεφ. ι′. περὶ Λειεντερίης.