Kitap 2
11
ἐξίσταταί κοτε τῆς ἕδρης ἡ ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς ἱζάνει· ἄπιστος ἡ ξυμφορὴ, ἀλλʼ οὐκ ἀθέητος ἡ ὑστέρη, οὐδὲ ἀγέννητος ἡ αἰτίη. ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες· οἱ μὲν κατὰ πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί· οἱ δὲ κατʼ αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας· οἱ δὲ μάλιστα νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα. πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ἡ ὑστέρη ἀΐσσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε. γίγνεται γὰρ ἐπὶ ἀμβλωσμ ῷ, καὶ σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ· ἢν δὲ μὴ κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν, ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην. I have followed Petit and Ermerins in reading βαυκαλῶσαι instead of καυκαλῶσαι. Ermerins further suppresses καὶ τιθηνοῦσαι. δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ὁ ἔνδον ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος. δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος·The text here is under great obligations to Ermerins. ὅδε οὖν ἀφίσταται μὲν καὶ Ῥεύματι, καὶ ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκηταιβίῃ, συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνὴ, παλίνορσος τὸ αὐτὸ συνήφθη κοτὲ στάθμῃ, ἢ σμικρὸν ἔξω φαίνεται· σκέπει γὰρ τοῖσι μηρίοισι ἡ γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλʼ αὖθις εἴσω δύεται, ἢν ὀσφραίνηται ἡ ὑστέρη θυμιήσι κακώδεϊ. ἕλκει δὲ αὐτέην καὶ ἡ γυνὴ, ἢν ὀσφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερσὶ μαίης ἀτρέμα εἴσω θέει, ἡσυχῆ πιεζευμένη καὶ χριομένη πρόσθεν τοῖσι ὑστέρης μειλίγμασι.I am not aware that this word occurs elsewhere in any medical author, as applied here. I am persuaded, then, that the proper reading is μαλάγμασι. On the malagmata or emollient plasters of the ancients, see Paulus Aegineta, Syd. Soc. Edit. b. iii. pp. 576 — 581. They were much used in uterine diseases. See Ibid b. iii. c. 68, etc.
Κεφ. ιβʼ. περὶ Ἀρθρίτιδος καὶ Ἰσχιάδος.