Kitap 2
12
αἰτίην δὲ ἀτρεκέα μὲν ἴσασι μοῦνοι θεοὶ, ἐοικυῖαν δὲ καὶ ἄνθρωποι· ἔστι δὲ ὡς ἔπος εἰπεῖν τοιόνδε. τὸ μὲν κάρτα πυκνὸν ἀναίσθη τον ψαύσιος καὶ τρώσιος, τῇδε καὶ ἄπονον ψαύσι καὶ τρώσι. ἄλγος γὰρ τρηχείᾳ ἐν αἰσθήσι, τὸ δὲ πυκινὸν ἀτρήχυν τον· διὰ τόδε καὶ ἄπονον· τὸ δὲ ἀραιὸν, εὐαισθη τὸν , καὶ τρηχύνεται τρώματι. ἀλλʼ ἐπεὶ καὶ τὰ πυκνὰ ζῇ ἐμφύτῳ θέρμῃ, καὶ αἴσθεται τῇδε τῇ θέρμῃ· εἰ μὲν οὐσιώδης ἡ δρῶσα αἰτίη ἔοι, οἷον ἠ μάχαιρα ἢ λίθος, τὸ οὐσιῶδες τοῦ πάσχοντος οὐκ ἀλγέει· πυκνὸν γὰρ τὴν φυήν. ἢν δὲ τῆς ἐμφύτου θέρμης δυσκρασίη λάβηται, αἰσθήσιος γίγνεται τροπή. τοῦτο ὦν ἐξ ἑωυτέης πονέει ἡ θέρμη, ἐκ τῆς κατʼ αἴσθησιν ἔσωθεν ἐγείρεται ὤσιος. φύσιος δὲ τῆς ἐς μέζω, ἢ περιουσίης, τὰ ἄλγεα.