Kitap 2
12
ἀλλʼ ἄνδρες μὲν παθεῖν Ῥηΐτεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν ἀνδρῶν, χαλεπώτερον δέ. τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίη τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα. θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης. δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇσι ψαύσεσι, ἀκινησίη, ἀποσιτίη, δίψος, ἀγρυπνίη· ἢν δὲ ἐπανέλθωσι, τοῦτο μὲν, ὅκως ἐκ θανάτου πεφευγότες, ἄνετοι τὸν βίον, ἀκρατέες, ἁπλοῖ, εὔθυμοι, δωροδόκοι, καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἄδην χρέονται τῇ παρούσῃ ζωῇ.Ermerins ventures to introduce οὐκ before αὖθις; and it seems to be required. ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ ποδάγρη, ἄλλοτε δὲ ἐς ἆσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.
Κεφ. ιγʼ. περὶ Ἐλέφαντος.