Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

13 ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον· μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπʼ ἄλλῳ ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα, εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορ έως ἅπαντες καὶ διʼ ὅλου τοῦ σκήνεος. ἵππος μέν γε ἄλλος μὲν λευκότατος , ὅκως οἱ Θρήϊκες Ῥήσου·Iliad x. 437. ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω πόδαργος.Iliad. xxiii. 255. οἱ δὲ ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκον τα·Iliad. xi. 680. ἄλλοι δὲ κυάνεοι· ἵππῳ εἰσάμενος παρελέξα το κυανοχαίτῃ.Iliad. xx. 224. ὧδε καὶ βόες, ὧδε καὶ κύνες, ἠδὲ ὁκόσα ἀνὰ τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντα τα κατέχων καὶ πρόσωπα ἄσημα, ἀΐδηλα τὴν μορφὴν, ἐπʼ αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν· καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα , μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῇκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφιδιπλῶν· προβολὴν δʼ ἴσχει ἡ ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες· καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν ἡ φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως Ῥινὶ τῇδε τῇ σύριγγι· ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαρο ῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας ἐντίθησι πολλὸν τῇ κοιλίῃ·I have here adopted an emendation suggested by Bernard, and received into the text by Ermerins. In the mss. it stands thus: ἔπειτα ὁκόσα τῇ ῤινὶ. ....... μᾶλλον δὲ τηρεῖ τῇ δε ξυνδῆσαι τῷ στόματι, ἐντίθησι πολλὸν τῇ κοιλίῃ. No meaning can be drawn from these words. εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι. ἐπίπροσθεν γὰρ τοῦ ζῴου τῇδε βόσκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνης ἢ ποταμοῦ τῷ στόματι θέμις· ἡ ὠυτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθεται μὲν τῷ ὕδατι τῆς προβοσκίδος ἄκρην τὴν Ῥῖνα· ἔπειτα ὅκως ἀναπνέων, ἀντὶ τοῦ ἠέρος, τοῦ ὕδατος ἕλκει πολλόν· ἐπὴν δὲ πλήσῃ, ὅκως κώθωνα, τὴν Ῥῖνα, τῷ στόματι ποταμηδὸν ἐγχέει· εἶτα αὖθις ἕλκει καὶ αὖθις ἐγχέει, ἔς τʼ ἂν πλήσῃ ὅκως φορτίδος νηὸς τὴν γαστέρα. ῥινὸν τρηχὺν καὶ πάχιστον, ὀχθώδεας Ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας, ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ.The reading in the MSS. is τριποδονίῳ, a word of no meaning. That which we have given was suggested by Wigan and is adopted by Ermerins. τρίχες δὲ ἄλλοισι μὲν ζῴοισι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἀλλὰ ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλʼ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῴου γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῴου φυῇ· ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτουτε καὶ ἀναισχύντου. ἀτὰρ καὶ ἡράκλειον ὅτι τοῦδε μέζον οὐδὲν οὐδὲ ἀλκιμώτερον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi