Thesauros Edebiyat medicine Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν

Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Aretaeus of Cappadocia

Kitap 2

2 θώϋμα τὸ διαβήτεω πάθος, οὐ κάρτα ξύνηθες ἀνθρώποισι· σαρκῶν καὶ μελέων ἐς οὖρον ἡ ξύντηξις· ὑγρὴ καὶ ψυχρὴ, ὅκως ἐν ὕδρωψι, αἰτίη. ὁδὸς δὲ ἡ ξυνήθης, νεφροί τε καὶ κύστις. οὐ γὰρ διαλείπουσι οὐρέοντες, ἀλλὰ ὅκωσπερ ἐξ ἀφέσιος ὀχετῶν ἄπαυστος ἡ φορή. χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ· ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος· δίψος ἀκρατές· πολυποσίη ἀνισόμε τρος οὔροισι πολλοῖσι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον, καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας. ἢν δὲ ἐπʼ ἀκαρὲς ἀντίσχωσι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ στόμα, αὐαλέοι δὲ τὸ σκῆνος· τὰ δὲ σπλάγχνα καίεσθαι δοκέουσι, ἀσώδεες, ἄποροι, οὐκ ἐς μακρὸν θνήσκουσι· πυριφλεγέες δίψαι. ἀπουρέειν δὲ τίς ἂν ἐπίσχοι τρόπος; ἢ τίς αἰσχύνη πόνου κρέσσων; ἀλλὰ κἢν ἐς μικρὸν ἐγκρατέες γένωνται, παροιδέουσι ὀσφὺν, ὄρχιας καὶ ἰσχία· κἢν ἀνῶσι, ἐκχέουσι μὲν τὸ οὖρον ἁλέν· τὰ δʼ ἐποιδέον τα ἐξαρύεται. The common reading is ἐξαήρεται. Petit suggests ἐξηεροῦνται; but Ermerins’ reading, as given above, is preferable. ξυνδίδοται γὰρ ἐς κύστιν ἡ πλημμύρα.
2 κἢν μὲν τελεσθῇ τὸ κακὸν, εὔσημον· ἐπὴν δὲ μέλλῃ, ἄνικμοι τὸ στόμα, σίαλος λευκὸς, ἀφρώδης, ὅκως ἀπὸ δίψεος, καὶ οὐδέκω δίψος, ὑποχονδρίων βάρος· αἴσθησις ἀπὸ τῆς γαστρὸς ἐς κύστιν θέρμης, ἢ ψύξιος, ὅκως πρόσοδος παρέοντος τοῦ νοσήματοςI have adopted παρέοντος in place of πορέοντος, as it agrees better with the sense of the passage, and seems to be sustained by the translation of Crassus: Prout adventantis morbi processus est. Ermerins reads, ὁδοιπορέοντος. ἀτὰρ ἠδὲ οὐρέουσι τοῦ ξυνήθεος μικρόντι μᾶλλον· δίψος τε, ἀλλʼ οὐδέκω μέγα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi