Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

2 ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν ἄνθρωπον, καὶ δίψος, καὶ ἀπορίη, καὶ μανίη, καὶ ἐπιθυμίη ψυχροῦ ὕδατος, διδόναι μεῖον μὲν ἢ ὁκόσον ἐν καύσου νούσῳ ἄνευ φρενίτιδος. τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων ὀρρωδέειν χρή. διδόναι ὦν ὁκόσον ἐς στομάχου ἄκος· ὀλίγον δὲ ἀπαρκέει· βραχυπότ αι γὰρ οἱ φρενιτι κοί.
2 ἢν δὲ καὶ εἰς συγκοπὴν τράπωνται, γίγνεται γὰρ καὶ τόδε· τῆς μὲν δυνάμιος λυομένης, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου, πάντων δὲ εἰς τὸ ἐκτὸς τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν, καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματος, ἔς τε ἀκηδίην μὲν τῆς παραφορῆς, δέος δὲ εἰς ἀτμὸν λυθῆναι καὶ ὑγρασίην τὸν ἄνθρωπον· ἄλκαρ μοῦνόν ἐστι οἶνος, θρέψαι μὲν ὠκέως κατʼ οὐσίην, καὶ πάντη μέχρι περάτων μολεῖν· τόνῳ δὲ προσθεῖναι τόνον, καὶ πνεῦμα νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι, στῦψαι πλάδον, φερομένων ἔξω καὶ Ῥεόντων κρατῆσαι, ἡδὺς μὲν ὀσφραίνεσθαι ἐς ἡδονὴν, κραταιὸς δὲ στηρίξαι δύναμιν ἐς ζωήν· ἄριστος δὲ μειλίξαι θυμὸν ἐν παραφορῇ· τάδε μέντοι ποθεὶς ἅμα πάντα πρήσσει. θυμόν τε γὰρ πρηο̈́νονται μαλθάξι φρενῶν, καὶ ἐξ ἑωυτέων ἐς δύναμιν τρέφονται· ἀτὰρ ἠδὲ ἑωυτέοισι ἐμπνέουσι ἐς ἡδονήν.The last clause of this sentence seems decidedly to be corrupt. How much is it to be lamented that this eulogium on wine, which appears to be so judicious and so eloquent, should be marred, in so far, by the corruptions of the text! Petit suggests ἑωυτέους ἐμπλέουσι, which would be an improvement of the sense, in my opinion; but it is rejected by Ermerins.
2 ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται· τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις· ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα.

Κεφ. β′. Θεραπεία Ληθαργικῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi