Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

3 σικύῃ ἥκιστα χρέεσθαι ἢν ἀπὸ φρενίτιδος ἔωσι. εὐτολμότερον δὲ ἢν ἀρχῆθεν ἡ νοῦσος εἰσβάλλῃ. ἢν δὲ γλῶσσα μελαίνηται καὶ ὄγκος ἐν τοῖσι ὑποχονδρίοισι σημαίνῃ, ὑπʼ ἀνάγκης τῇ σικύῃ χρέεσθαι· ἐπὴν δὲ πρὸς τῷ μήκεϊ τοῦ χρόνου κενωθήσεται τῇσι αἰσθήσεσι, τἄλλα δʼ εὐπετέστερον φέρῃ, τῇ κορυφῇ τῆς κεφαλῆς προσβάλλειν· ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν.
3 ἄγειν τε καὶ φύσας ἄνω τε καὶ κάτω. φυσέων γὰρ συναγωγὸν λήθαργος καὶ ἐν τῇσι κοιλίῃς ι καὶ ἐν τῷ ὅλῳ σκήνεϊ ἀργίῃ καὶ νωθίῃ καὶ ἀψυχίῃ· διαπνευστι κὸν δὲ κίνησις ἠδὲ ἐγρήγορσις. διαχρίειν οὖν πήγανον χλωρὸν τρίβοντα ξὺν μέλιτι καὶ νίτρῳ· ἀγωγόν τέ ἐστι μᾶλλον φυσέων ξὺν τουτέοισι καὶ τερμίνθου Ῥητίνης μέρος ἕν· καὶ πυρίη προκλητικὴ φυσέων, ἢ πιναροῖσι θερμοῖσι ἐρίοις, τρηχέσι παλαιοῖς Ῥάκεσι, ἢ σπογγιῇ ξὺν ὕδατι, ἔνθʼ ὕσσωπον, ἢ ὀρίγανον, ἢ γλήχων, ἢ Ῥυτὴ ἕψηται· ἄγοι δʼ ἂν φύσας, ἠδὲ ὁκόσα πρὸ τῶν σιτίων πίνεται, τάπερ καὶ φλέγμα καὶ χολὴν ἐν τοῖσι ἐντέροισι καὶ στομάχῳ ἄγει, ὕσσωπον ἐν μελικρή τῳ ἑψηθὲν, δίκταμνον τὸ Κρητικὸν, ὀρίγανον· δριμέα μὲν, ἀγωγὰ δὲ ἀδίαντον, ἄγρωστις· τάδε μέντοι καὶ φυσέων καὶ οὔρων καταρρηκτικά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi