Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

3 ἢν δὲ τρόμος χειρῶν καὶ κεφαλῆς ἔῃ, καστόριον πιπίσκειν δραχμῆς ὁλκῆς ἥμισυ ξὺν μελικρή του κυάθοις τρισὶ ἐς ἡμέρας πλεῦνας· ἢν δὲ μὴ πίνῃ τόδε, ἐντήκειν ξυμφόρῳ ἐλαίου,The reading in most of the mss., ἔκτευξιν ξυμφορῆς ξὺν ἐλαίῳ, has evidently no meaning. Petit mentions, that on the margin of a certain good ms. he found ἐς ἔκφευξιν, which certainly gives a passable meaning, with little violence to the text. Wigan suggests ξυμφέροι or ξύμφερον ἑψεῖν. Ermerins creates a reading to suit his own faney — ἐς τέγξιν ξύμφερον. Such a change appears to me utterly inadmissible as being both violent and introducing a meaning not suitable to the place. It will be seen that I have tried my skill in emending this passage — with what success, judicent eruditi. ἔνθα πήγανον ἐνεζέσθη κυάθοις τρισὶ, τὸ δὲ διπλόον ἐς τὸ κάτω ἔντερον ἐγχέειν, καὶ τόδε ἐς πλεῦνας ἡμέρας. μετὰ δὲ τὸ ἐκ τουτέου ξύμφορον, (φύσας γὰρ ἄγει ἄνω τε καὶ κάτω· μετεξετέροισι δὲ καὶ οὖρα καὶ κόπριον)· ἢν δὴ ποθὲν εἰς τὸ πᾶν διαθέον ἥκῃ, ἄτρομα ἠδὲ κραταιὰ τὰ νεῦρα γίγνεται καὶ τὰς ἕξιας ἐς τὸ θερμὸν καὶ ξηρὸν ἀλλοιοῖ καὶ τὰς καταστάσιας τῶν νούσων τρέπει. ἄριστον δὲ καὶ ἐς τὰς Ῥῖνας ἐμφυσῆν· καὶ γὰρ καὶ τῇδε πνευμάτων καταρρηκτικὸν πταρμοῖσι· καὶ ὁκοῖόν τι κύστις ἀγωγὸν οὔρων καὶ Ῥὶν μύξης· πρήσσει δὲ θέρμῃ προσηνεῖ τάδε τῇδε καὶ τῶν ἄλλων τῶν πταρμικῶν κρέσσον, πεπέρεος, ἐλλεβόρου, στρουθίου, εὐφορβίου. τάδε γὰρ ἐς τὴν πρώτην ἠδὲ πυμάτην θίξιν ἀπηνέα καὶ ταρακτικὰ κεφαλῆς τε καὶ αἰσθήσιος, ἐκ προσαγωγῆς δὲ τὸ καστόριον ἀλεαίνει· κεφαλῇσι δὲ καὶ ἄλλως ξύμφορον, ὅτιπερ τὰ νεῦρα πάντη ἐνθένδε περιφύεται· νούσων δὲ νεύρων καστόριον ἰητήριον. ἀλλὰ ξυμμίσγειν τόδε τῶν γεγραμμένων τινὶ ἤ τισι, οὐκ ἄχαρι. ἢν γὰρ μιγῇ, μὴ αὐτίκα μὲν κεφαλὴν ξυμμέτρως ταράξαι, ἐς μακρὸν δὲ τὴν θέρμην ἐξάψαι.
3 ὑγρῆναι τὴν Ῥῖνα προκλήσι· ὁσμαῖς δριμείασις μὲν ἐς αἴσθησιν, ἐς δύναμιν δὲ θερμαῖς· ὁκοῖον αὐτὸ τὸ καστόριον, ἢ θύμβρα, ἢ γλήχων, ἢ θύμος, χλωρὰ, ἢ ξηρὰ δευθέντα ὄξεϊ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi