Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

5 ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι (τὰ πολλὰ γὰρ ὑπʼ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονται), καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν των χυμῶν· ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε· τοῦ μέλιτος τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς Ῥητίνης, καὶ ἁλῶν ἀντὶ νίτρου, καὶ ὑσσώπου ἐψήματος.
5 καὶ ἢν ἐκ τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης, ἢ εὐσφυξίη γένοιτο, ἢ ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι, ἠδʼ ἀρήγειν εὐτολμότερον. κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ, μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος· εἰ δὲ κώλυμα ἡ δύναμις ἔοι, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ. καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ, ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον· κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ, δέχεσθαι· εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον πιπίσκειν, ὅσον κυάθους δύο· ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν. ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον, καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει. αἰσθήσιος δὲ, καὶ κεφαλῆς, καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν ἀρχῇσι, ἅλις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi