Kitap 1
2
Κατακεκ λίσθαι χρὴ τὸν νοσέοντα ἐν οἴκῳ εὐμέτρῳ, εὐκρήτῳ, χειμῶνος μὲν ἐν ἀλέῃ, θέρεος δὲ ἐν ψύχεϊ νοτερῷ· ἔαρος δὲ καὶ φθινοπώρου πρὸς τὰς ὥρας τεκμαίρεσθαι. ἔπειτα ἡσυχίην ἄγειν κελεύειν καὶ αὐτὸν νοσέοντα καὶ τοὺς ἐπὶ τῆς οἰκίης ἅπαντας· ὀξυήκοοι γὰρ ἠδὲ ψόφου καθαπτόμενοι φρενιτι κοί· ἀτὰρ ὑπὸ τῶνδε μαίνονται. τοῖχοιλεῖοι, ὁμαλοὶ, μηδʼ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι· ἐρεθιστικὸν γὰρ τοιχογραφίη. καὶ γὰρ πρὸ τῶν ὀφθαλμῶν ἀμφαιρέουσί Ermerins ventures to substitute αμφαίνουσι for this word, for no other reason but because he fancies it more suitable to the passage than the one in the text. Our author has in view Hippocrat. Prognost. 4. τινα ψευδέα ἰνδάλματα, καὶ τὰ μὴ ἐξίσχοντα ἀμφαφόωσι ὡς ὑπερίσχοντα· καὶ πᾶσα πρόφασις ἀναιτίη πρόκλησις χειρῶν φορῆς. κλίνης μῆκος καὶ πλάτος σύμμετρον, ὡς μήτε βληστρίζεσθαι ἐν τῇ πλατείῃ, μήτε ἀπὸ τῆς στενῆς ἐκπίπτειν κοίτης. ἐν ψιλοῖσι τοῖσι τοῖσι στρώμασι, ὡς μὴ κροκυδίζειν ὑπόμνησις ἔοι. ἀτὰρ ἠδὲ ἐν μαλθακοῖσι , ἀστεργὴς γὰρ τοῖσι νεύροισι ἡ σκληρὴ κοίτη. οὐχ ἥκιστα δὲ τῶν ἄλλων τοῖσι φρενιτι κοῖσι τὰ νεῦρα πονέει, μάλα γάρ τοι σπῶνται φρενιτι κοί. εἴσοδοι τῶν φιλτάτων· μῦθοι καὶ λαλιὴ μὴ θυμοδακεῖς· πάντα γὰρ εὐθυμέεσθαι χρὴ, μάλιστα τοῖσι ἐς ὀργὴν ἡ παραφορή· κατάκλισις ἢ ἐν ζόφῳ, ἢ ἐν φωτὶ πρὸς τὸ νόσημα τεκμαρτέη. ἢν γὰρ πρὸς τὴν αὐγὴν ἀγριαίνωσι , καὶ ὁρέωσι τὰ μὴ ὄντα, καὶ τὰ μὴ ὑπεόντα φαντάζωνται, ἢ ἀνθʼ ἑτέρων ἕτερα γιγνώσκωσι , ἢ ξένα ἰνδάλμα τα προβάλλωνται, καὶ τὸ ξύνολον τὴν αὐγὴν ἢ τὰ ἐν αὐγῇ δεδίττωνται, ζόφον αἱρέεσθαι χρή· ἢν δὲ μὴ, τοὐναντίον.Ermerins, following in the wake of Wigan, suppresses, first, the clause καὶ ὁρέωσι τὰ μὴ ὄντα; and, second, ἢ ἀνθ’ ἑτέρων ἕτερα γιγνώσκωσι, as being mere glosses on the clauses connected with them. I must say, decidedly, that I cannot approve of such editorial practices. If the works of the ancient authorities are to be thus modified agreeably to the tastes and caprices of modern editors, we shall by-and-bye be at a loss to know what is ancient and what modern, in works reputed to be of olden date. And, moreover, although the clauses in question may not be indispensable to the meaning, I cannot but think that they give effect to the other clauses in this passage. ἀγαθὸν δὲ πρὸς αὐγὴν σωφρονέειν τε καὶ πρηο̈́νεσθαι τὴν παραφορήν. ἀσιτίη μὴ μακρή· σιτία δὲ ὑγρότερα καὶ βραχύτερα καὶ συνεχῆ. μειλίγματα γὰρ θυμοῦ σιτία· εὐκαιρίη δὲ ἐν τῇσι ἐπανέσεσι ἀμφοῖν, καὶ πυρετοῦ καὶ παραφορῆς. ἢν δὲ ὑπʼ ἀσιτίης ἐκμαίνωνται, καὶ ἢν μὴ παρήκῃ ὁ πυρετὸς, διδόναι μὴ μεγάλα ἐπὶ πυρετῷ βλάπτοντα. ἀγαθὸν δὲ ξυμφωνέειν καὶ τὸν πυρετὸν, καὶ τὴν παραφορὴν, ἔς τε τοὺς παροξυσμοὺς καὶ τὰς ἐπανέσιας.