Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

5 κύστις δὲ καὶ τὸ χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται, καὶ ἔστι τῶν περιττῶν ἀεὶ ἔντεραThe common reading, ἐόντα, is evidently inadmissible; and although Ermerins changes it into ἐόντων, I cannot see that even then the text is much improved. I flatter myself that my amendment is both natural and obvious when suggested. See further towards the end of the chapter, where this term occurs. πλήρεα, κύστις δὲ καὶ ἐς ὄγκον μέγιστον ἀείρεται, ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων, διαρρέει γὰρ τὰ περιττὰ ὡς διʼ ἀψύχων. ἔνθα ὦν ἐς μὲν τὴν κύστιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔτολμον χρέεσθαι· νδυνος γὰρ σφακελίζειν τῇ κύστι, ἠδὲ σπασμὸν διδόναι τῷ ἀνθρώπῳ. ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέσσον· κἢν ἐκκοπρωθῇ τὸ ἔντερον, προσενιέναι ξὺν ἐλαίῳ καστόριον. ἐλπὶς δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων, καὶ ἰδίῃ τῶν μερέων, ἡ εἰς ἔλαιον ἐνίζησις. ὁ δὲ τρόπος αὐτέης ἐν τοῖσι χρονίοισι εἰρήσεται.

Κεφ. ε′. Θεραπεία παροξυσμοῦ Ἐπιληπτικῶν.

6 τῆς ἐπιληψίης ὀλεθρίη μὲν ἡ πρωτίστη κατάπτωσις, ἢν ὀξέως εἰσβάλλῃ ἡ νοῦσος. ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ. κινδυνώδεες δὲ καὶ οἱ ἐν τῇσι περιόδοισι παροξυσμοί. διὰ τάδε μὲν ὦν καὶ ἐν τοῖσι ὀξέσι καταγέγραπται ἡ ἐπιληψίη· ἢν δὲ ἐς μελέτην μὲν ἥκῃ τοῦ κακοῦ ὥνθρωπος, ἡ δὲ νοῦσος ἀπρὶξ ἐμφῦσα ἔχηται, οὐ χρονίη μοῦνον γίγνετα ι, ἀλλὰ μετεξετέροισι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆς ἡλικίης, ξυγγηρᾷ τε καὶ ξυναποθήσκει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi