Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

6 ὁκόσα μὲν ὦν ὡς χρονίῃ ἐστὶν ἰητήρια ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ ἐς τὸ τάχος τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν ἐπὶ τοῖσι ἀποπληκτικοῖσι λέλεκται, φλεβοτομίη, κλύσματα, χρίσιες, σικύη. τάδε γὰρ ἐς ἀνέγερσιν δυνατώτατα. ὁκόσα δὲ ἴδια καταπτώσιος ἄκεα, τάδε νῦν φράσω. παιδίοισι μὲν ὦν οἷσι ἐκ διαφθορῆς, ἢ ἐκ ψύξιος ἰσχυρῆς, ξύνηθες τὸ πάθος, ἔμετος, ἢ σιτίων, ἢ φλέγματος, ἢ ἄλλου χυμοῦ τινος ὀνηϊστόν. πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει· ἀτὰρ καὶ τὸ ἴρινον οὐκ ἄχρηστον εἰς τὴν τῶν παρισθμίων χρίσιν. ξυμπιέζειν δὲ τὴν λαγόνα πρηέως ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα τὸ παιδίον. τόδε γὰρ τὸ σχῆμα πρὸς ἔμετον Ῥήϊστον· ἢν δὲ καὶ σπᾶται ἢ διαστρέφηται τὴν κάτω γνάθον, ἢ τὼ χεῖρε καὶ τὰ σκέλεα Ῥίπτηται, καὶ ξύμπας τιταίνηταί οἱ ὢψ, τὰ γυῖα ψηλαφίῃ ξὺν λίπαϊ μαλθάσσειν , ἀπιθύνειν τε τῆς ὄψιος τὰ διάστροφα· πρηέως δὲ διακρατέειν, ὡς μὴ διαστρέφηται τὰ ἰθέα. τὰ ψυχρὰ πυριῆν ἢ πιναροῖσι ἐρίοισι ἢ παλαιοῖσι τρύχεσι· διαχρίειν τε τὴν ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ, ἢ ξὺν νίτρῳ, ἢ Ῥητίνῃ ὑγρῇ ξὺν τοῖσδε, καὶ διωθεῖν πρηέως ἔσω τῆς ἕδρης. τάδε γὰρ φυσέων ἀγωγά· φύσας δὲ διεξίουσι ἐπὶ τῆσδε τῆς νούσου παῖδες. ἢν δὲ καταπίνειν δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου· καρδαμώ μου μέρος ἕν, χαλκοῦ κερ. ά. τάδε ξὺν μελικρή τῳ πιπίσκειν. ἢ γὰρ ἐξήμεσαν ξὺν τοῖσι ἐν τῷ στομάχῳ πιέζουσι, ἢ ὑπηλάθη ἡ γαστήρ. ἄριστον δὲ ἔκλευγμα καὶ τόδε· τοῦ καρδαμώμου , καὶ σινήπιος, καὶ ὑσσώπου τῆς κόμης ἶσα, ἴριδος τῆς Ῥίζης μέρος α, ξὺν νίτρου διπλασίῳ, πεπέριος ἐς τρίτον, μέλιτι φυράσαν τα ὁμοῦ τὰ πάντα, διαστήσαντα τὴν γένυν ἐς τὸ στόμα ἐγχέειν, ἀτὰρ καὶ ἔτι προσωτέρωτῶν παρισθμίων, ὅκως καταπίοιεν. τάδε μὲν ὦν παιδίοισι· τοῖσι δὲ νεηνίῃσι καὶ τάδε ξύμφορα. ἀτὰρ καὶ φάρμακα δυνατώτερα ἐς ἔμετον αἱρέεσθαι, ναρκίσσου βολβοὺς, σινήπιος καὶ ὑσσώπουἶσα, καὶ χαλκοῦ καὶ πεπέριος, μοίρης τῶν προτέρων ἐς ἥμισυ, σὺν μέλιτι φυράσαντα διδόναι· τάδε μὲν ὦν ἐς ἀνέγερσιν τοῦ παροξυσμ οῦ· τὰ δὲ ἐς λύσιν τοῦ νοσήματος ἐν τοῖσι χρονίοισι λελέξεται.

Κεφ. ς′. Θεραπεία Τετάνου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi