Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

8 ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης, ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὕγρὰ, καὶ θέρμην, καὶ σάρκα πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπασσομ έν ου νίτρου· καὶ ἐπιπλάσμα τα ξὺν τουτέοισι τὰ πρόσθεν. ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην. θερμασίη δὲ ἡ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται. ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα· ὄγκος δὲ περιπνευμονίης Ῥύεται ἐπαιωρεύμενος ἔξω· εἴσω δὲ τοῖσι συναγχι κοῖσι ὀλέθριον κακόν· ὁκόσοι δὲ ὑπʼ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι· ἥ τε γὰρ θερμασίη τῆς φλεγμασίης μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ, καὶ βήσσουσι· ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματος τὰ χείλεα. ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα.

Κεφ. η′. Θεραπεία τῶν κατὰ τῆν Κιονίδα παθῶν.

9 τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ, ἀλλʼ οὐ τοῦ παρεόντος λόγου ἡ τῶνδε χειρουργίη· τὰ δὲ ὡς ὀξέα ἰῆσθαι. Ῥηϊδίως γὰρ πνίγει καὶ δυσπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐστὶ, ἣν καλέομεν σταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμασίῃ καὶ πάχεϊ καὶ μήκεϊ ξυνίσταντα ι, ὡς ἐς τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεσθαι· ἴσῳ μὲν πάχεϊ ἀπὸ τῆς βάσιος μέσφι ἄκρου τοῦ οὐρανοῦ ὁ κίων· ἀνίσῳ δὲ ἡ σταφυλή. τῆσδε γὰρ ἰσχνὴ μὲν ἡ ἀπὸ τοῦ οὐρανοῦ βάσις· ἐς δὲ τὸ ἄκρον στρογγύλη καὶ παχεῖα, ξὺν ἐρυθήμα τι, ἢ πελιδνώσι· τῇδε καὶ σταφυλὴν ἐπίκλησιν ἔσχηκε τὸ πάθος. τοῖσι ὦν χρὴ ὠκέως ἀρήγειν. ὤκιστος γὰρ ὁ ἀπὸ πνιγὸς ὄλεθρος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi