Kitap 1
11
οὐκ ἀμβολῆς καιρὸς ἐν πλευριτικοῖσι, οὐδʼ ὑπερθέσιος μεγάλης ἰητρείης· ὅ τε γὰρ πυρετὸς, κάτοξυς ἐὼν, ἐς ὄλεθρον ὁρμᾷ· ἥ τε ὀδύνη τοῦ ὑπεζωκότος ξυνεπείγει ἐπὶ τὸ κάκιον· ἀτὰρ καὶ βῆχες κλονέουσαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπολύουσι τὰς δυνάμιας. μάλιστα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν· ἢν δὲ ἀπὸ πλήσιος σίτων καὶ ποτῶν ἔῃ, ἐπʼ ἀσιτίης μίην ἡμέρην φυλάξαντα, ἀφαιρέειν ἀπʼ ἀγκῶνος τῆς ἐν τῷ κοίλῳ φλεβὸς, τοῦ κατʼ ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι· The common reading is τοῦ μὴ; but it is clear that the negative cannot stand with the words that follow: τῆσι ἑτέρῃσι πλευρῇσι. Ermerins gets over the difficulty by suppressing the last three words. I have effected the same purpose by merely suppressing the negative μή. I have adopted his reading of ἀπʼ in place of ὕπʼ, in the same sentence. κρέσσον γὰρ ἀπωτάτω ἄγειν. τὸ δὲ πλῆθος μὴ μέχρι λειποθυμίης· περιπνευμονίην γὰρ ἐπιφοιτῆσαι κίνδυνος, ἢν τὸ σῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ.Though I have not ventured to alter the text, I cannot but think that we ought to read ἡ ψυχή. For in λειποθυμία and λειποψυχία, it surely is thought that the spirit for a time leaves the body — not that the body leaves the spirit. In the Iliad, the act of swooning is thus described: Τὸν δ’ ἔλιπε ψυχὴ (v. 696); upon which words the scholion is, οὖτος δὲ ἐλειποψύχησεν. εἴσω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆς ἐκτὸς ἀφαιρεθέντα θέρμης τε καὶ τάσιος. πνεύμων δὲ μανός τε καὶ θερμὸς, καὶ ἐς ὁλκὴν δυνατώτατος. πλευρῶν δὲ γειτόνημα, πνεύμων , καὶ κοινωνὸς ἀλγέων· ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιες οὐ μάλα περιγίγνονται. περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης, εὐηθέστερον γάρ.Compare Williams on Pneumonia, Encyel. of Med., t. iii. 435. χρὴ ὦν ἐπὶ ξυμμέτρῳ τῇ Ῥοῇ τοῦ αἵματος μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα αὖθις ἀφαιρέειν· εἰ μὲν εὖ ἔχοι, αὐτῆμαρ, τῆς ἐπανέσιος μακρῆς γιγνομένης· ἢν δὲ μὴ, τῆς ὑστέρης· ἢν δὲ μηδὲ ὁ πυρετὸς ἐνδιδῷ· — τὰ πολλὰ γὰρ μίην ἡμέρην ὁ πυρετὸς ἴσχει τε καὶ αὔξει. — τῇ τρίτῃ ἐν τῇ δευτέρῃ ἐπανέσι ἀφαιρέειν, τῇπερ καὶ τὰ προσάρματα δοτέον, λιπαρῶς μὲν χρίσαντα ὅλον τὸν ἄνθρωπον· ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἢ ἀνήθου ἀφεψήματος· καταιον εῖν δὲ τὸ πλευρὸν εὖ μάλα προσηνέως. μετεξετέροισι δὲ καὶ τὸ ἄλγημα καὶ ἡ φλεγμασίη ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι· τὸ δέ ἐστι τῶν ἔνδον αὔξησις.