Thesauros Edebiyat medicine Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν

Ὀξέων νούσων θεραπευτικόν Aretaeus of Cappadocia

Kitap 1

11 τροφῆς δὲ νῦν, ὡς ἀμφὶ πάσης ἰητρείης ἔστω λόγος, ὡς μηδὲν ἐς ἁμαρτωλὴν εἴη. ἐν τροφῇ γὰρ κείσεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ.Hippocrat. de Aliment.; Fëos, t. i. 435. γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ, ἠδὲ λείη καὶ ὁμαλὴ, σμηγματώδης, διαλυτικὴ, λῦσαι, λεπτῦναι φλέγμα δυναμένη. σιτίων μὲν ὦν ἁπάντων πτισάνη προκεκρίσθω· ἐν ἀρχῇ μὲν εἰς χυλὸν διηθημένη, ὡς τὸ στερεὸν αὐτέης διακεκρίσθαι, ξὺν μέλιτι πεποιημένη μοῦνον. πτισάνης δὲ τὰ ξυνήθεα ἐς ἡδονὴν καὶ ποικιλίην φάρμακα ἀπέστω, νῦν γὰρ ἀρκεῖ ὁ χυλὸς μοῦνος· ἱκανὴ μὲν ὑγρῆναι καὶ θερμῆνα ι, δυνατὴ δὲ λῦσαι φλέγμα καὶ σμῆξαι· ἄνω δὲ ἀνάγειν μὲν ἀπόνως ὁκόσα ἀνάγεσθαι χρή· ὑπάγειν δὲ Ῥηϊδίως τὴν κοιλίην. προσηνὲς δὲ τὸ λεῖον αὐτῆς καὶ ἐς κατάποσιν εὔκολον. ἀτὰρ καὶ τὸ γλίσχρασμα θερμασίας πρηο̈́νει, ὑμένας καθαίρει, πεπαίνει βῆχας, πάντα μαλθάσσει. αἵδε κριθῆς ἔασι ἀρεταί· δευτέρην δὲ χώρην ἔχουσι οἱ χόνδροι, ὀλίγοισί τισι τῆς πτισάνης ἀγαθοῖσι καὶ αὐτοὶ ἄριστοι ἐόντες. τὸ γλίσχρασμα γὰρ, τὸ λεῖον, τὸ προσηνὲς ἐς κατάποσιν, ξυνόν· τὰ δʼ ἄλλα πάντα μείους· πεποιήσθωσαν δὲ καὶ οἵδε ἁπλοῖ ξὺν μέλιτι μοῦνον. ἀγαθοὶ δὲ καὶ τράγοι. κακίων δὲ ἐπʼ αὐτῶν ὄρυζα ξηρῆναι, τρηχῆνα ι, ἐπίσχεῖν κάθαρσιν πλευρῶν μᾶλλον ἢ οὐρῆσαι· ἄριστος δὲ καὶ ἄρτος ξηρὸς κοπεὶς, κρησέρῃ σεσησμένος , εὔκρητος, εὔπεπτος, ξὺν μελικρήτῳ διαρκὴς τροφή. ἢν δὲ ἤδη μὲν προήκῃ ἡ νοῦσος, πρὸς δὲ τὰ σιτία ἀπηυδήκῃ ὥνθρωπος, πτισάνη μὲν ἐκ κριθῆς διδόσθω λείη, κάθεφθος· ἄνηθον δὲ ἔστω καὶ ἅλες πτισάνης τὰ ὄψα· καὶ ἔλαιον λεπτὸν, ἄποιον, ἄγλισχρον, ἀτρήχυντον· κρέσσον δὲ ξὺν τῇ πτισάνῃ, ὡς μὴ πολλὸν τοῦ ἐλαίου ἑψεῖν. καὶ γὰρ πῖον ἴσχει τὸ Ῥόφημα, καὶ τὴν κακίην τὸ ἔλαιον ὄλλυσι. οὐδὲ γὰρ ἐμφανὲς ἔτι γίγνεται τῇ πολλῇ ἑψήσι εἰς τὸν χυλὸν ἀναποθέν. ἔστω δὲ καὶ πράσον ξὺν τῇ κόμῃ καὶ ἀμύγδαλα πικρὰ ξὺν τῷ χυλῷ ἑψόμενα. εὔπνοόν τε γὰρ καὶ φαρμακῶδες ὑπὸ τῶνδε γίγνεται, καὶ τὰ πράσα βρωθῆναι ὑπὸ τοῦ χυλοῦ, ὀνησιφόρα καὶ ἥδιστα. ἤδη δὲ καὶ ὠῶν καιρὸς εὐχύλων· ἢν δὲ ὑγρὴ καὶ πολλὴ ἀναγωγὴ ἔῃ, θείου τοῦ ἀπύρου ἐμπασσέσθω καὶ νίτρου. ἄριστον δὲ τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸς ἀπύρων. ἀπὸ γὰρ τῆς μητρὸς ἡ θέρμη, ὑγροτέρη μὲν πυρὸς, οἰκειοτέρη δὲ τῷ νοσέοντι, ὅκως ἐκ ζῴου ζῴῳ. ἢν δὲ φλέγμα κολλῶδες ἔῃ καὶ γλίσχρον,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi